# Διονυσιακά 20.243-296

Nonnus of Panopolis, Διονυσιακά, Book 20, lines 20.243-20.296. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/nonnus-of-panopolis/text/20.243

καὶ στεφάνους ῥίψασα, καὶ ἣν καλέουσιν ὀπώρην,
ξυνὰ διδασκέσθω μελεδήματα δίζυγι θεσμῷ,
δμωὶς ἀναγκαίη καὶ Παλλάδι καὶ Κυθερείῃ
ἠματίοις ταλάροισι καὶ ἐννυχίοις ὑμεναίοις,
κερκίδα κουφίζουσα καὶ οὐκέτι κύμβαλα Ῥείης.
Σειληνοὶ δὲ γέροντες ἐμῆς παρὰ δαῖτα τραπέζης
εὔιον ἀείσωσι, καὶ ἠθάδος ἀντὶ Λυαίου
κῶμον ἀνακρούσωσι καὶ Ἄρεϊ καὶ Λυκοόργῳ.
ὣς φαμένου μείδησε θεὰ χρυσόπτερος Ἶρις,
ψευδαλέην ἴρηκος ἐρετμώσασα πορείην.
καί μιν ἰδὼν Λυκόοργος ἑὴν μαντεύσατο νίκην,
γινώσκων ταχὺν ὄρνιν, ὅτι πτερὰ φοίνια πάλλων
ἀδρανέας δεδάηκε πελειάδας εἰς φόβον ἕλκεν·
εἶδε γάρ, εἶδεν ὄνειρον ὁμοίιον, ὡς παρὰ λόχμῃ
χαιτήεις κεκόρυστο λέων λυσσώδϊ λαιμῷ
καὶ βαλίων ἐλάφων κεραὴν ἐδίωκε γενέθλην.
τοῖον ὄναρ νοέων ἐκορύσσετο θυιάσι Βάκχαις,
Βασσαρίδας κεμάδεσσιν ἀπειρομόθοισιν ἐίσκων,
καὶ πλέον ἔλλαβε θάρσος, ἀναΐξασα δὲ δαίμων
νεύμασιν Ἡραίοισι προάγγελος ἦλθε Λυαίῳ,
ταρσὰ ποδῶν πτερόεντι περισφίγξασα πεδίλῳ,
ῥάβδον ἐλαφρίζουσα, καὶ ὡς Διὸς ἄγγελος Ἑρμῆς
Βάκχῳ χαλκοχίτωνι δολοπλόκον ἴαχε φωνήν·
γνωτέ, περισσονόοιο Διὸς τέκος, ἔκτοθι χάρμης
ὄργια σεῖο κόμιζε φιλοξείνῳ Λυκοόργῳ.
λεῖπε μόθον, μὴ κτεῖνε φίλους, μὴ φεῦγε γαλήνην,
ἵλαθι μειλιχίοισι· τίς ἤπιον ἄνδρα δαμάσσει;
μηδὲ τεοῖς ἱκέτῃσιν ἀναστήσειας Ἐνυώ·
μὴ τεὸν ἀστερόεντι δέμας θώρηκι καλύψῃς·
μὴ κεφαλὴν σφίγξειας ἀερσιλόφῳ τρυφαλείῃ·
μὴ τρίχα μιτρώσειας ἐχιδνήεντι κορύμβῳ·
ἀλλὰ λιπὼν σέο θύρσα μιαιφόνα, καὶ κέρας οἴνου
ἔμπλεον ἡδυπότοιο καὶ ἠθάδα ῥάβδον ἀείρων,
εὔια δῶρα τίταινε φιλοσταφύλῳ Λυκοόργῳ·
ἄρτι δέμας κόσμησον ἀναιμάκτῳ σέο πέπλῳ,
ἄρτι μέολς πλέξωμεν ἀθωρήκτοιο χορείης,
καὶ στρατὸς ἠρεμέων μενέτω παρὰ δάσκιον ὕλην,
μὴ μόθον ἐντύνειε γαληναίῳ βασιλῆι·
ἀλλά, βαλὼν πλοκάμοισι φίλον στέφος, ἔρχεο χαίρων
εἰς δόμον ἀκλήιστον ἑτοιμοτάτου Λυκοόργου,
ἔρχεο κωμάζων ἅτε νυμφίος· Ἰνδοφόνους δὲ
θύρσους σεῖο φύλαξον ἀπειθέι Δηριαδῆι.
οὐ μὲν ἄναξ Λυκόοργος ἀνάλκιδα θυμὸν ἀέξει·
ἔστι γὰρ Ἄρεος αἷμα Διιπετές, ἐν δὲ κυδοιμοῖς
πατρὸς Ἐνυαλίοιο φέρων ἐμφύλιον ἀλκὴν
οὐδὲ τεοῦ Κρονίωνος ὑποπτήξειεν Ἐνυώ.
ὣς φαμένη παρέπεισε, μεταχρονίῳ δὲ πεδίλῳ
αἰθέρος ἔνδον ἵκανε. δολοφροσύνῃ δὲ θεαίνης
ἐγρεμόθους Διόνυσος ἑοὺς ἀπεσείσατο θύρσους
καὶ κυνέην λοφόεσσαν ἑῶν ἀνέλυσε κομάων
καὶ σάκος ἀστερόνωτον ἐθήκατο· χειρὶ δὲ γυμνῇ
πορφυρέης ἤειρε βεβυσμένον ἄγγος ἐέρσης,
ὀξὺ κέρας καὶ βότρυν ἀπενθέα· μηκεδανὴν δὲ
ἄπλοκον ἀμπελόεντι κόμην ἐστέψατο κισσῷ.

---

Nonnus of Panopolis, Διονυσιακά, ed. W.H.D. Rouse. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2045.tlg001.local001/.
