# Διονυσιακά 20.48-96

Nonnus of Panopolis, Διονυσιακά, Book 20, lines 20.48-20.96. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/nonnus-of-panopolis/text/20.48

αἰδέομαι Κρονίωνι φανήμεναι, ἄζομαι Ἥρην,
ἄζομαι ἀθανάτους, ὅτι μὴ κάμες ἄξια Ῥείης·
Τιτήνων δʼ ὀλετῆρα, προασπιστῆρα τοκῆος,
αὐχένα γαῦρον ἔχοντα κατʼ οὐρανὸν Ἄρεα φεύγω,
ἀσπίδα κουφίζοντα διάβροχον ἠθάδι λύθρῳ·
καὶ γνωτὴν δέο μᾶλλον, ἀριστογόνοιο τοκῆος
αὐτοτελῆ γονόεντος ἀμήτορα παῖδα καρήνου,
Παλλάδα δειμαίνω κορυθαιόλον, ὅττι καὶ αὐτὴ
μέμφεται ἄρσενα Βάκχον ἀεργέα θῆλυς Ἀθήνη·
εἴκαθεν αἰγίδι θύρσος, ἐπεί ποτε Παλλὰς ἀγήνωρ
αἰγίδα κουφίζουσα πύλας ἔστεψεν Ὀλύμπου,
Τιτήνων σκεδάσασα θυελλήεσσαν Ἐνυώ,
πατρῴου δʼ ἐγέραιρε σοφὴν ὠδῖνα καρήνου·
καὶ σὺ Διὸς γονόεσσαν ἐπαισχύνεις πτύχα μηροῦ.
ἠνίδε, πῶς γελόωσι καὶ Ἑρμείας καὶ Ἀπόλλων,
ὃς μὲν ἀερτάζων δίδυμον βέλος εἰσέτι λύθρῳ
ὑψιλόφων τεκέων πεπαλαγμένον Ἰφιμεδείης,
ὃς δὲ καταφθιμένοιο πολυβλεφάροιο νομῆος
ῥάβδον ἔχων ὀλέτειραν· ἐγὼ δʼ ἐμὸν αἰθέρα φεύγω
μῶμον ἀλυσκάζουσα φυγοπτολέμου Διονύσου.
θύρσους δʼ ἠρεμέοντας ὀπιπεύουσα Λυαίου
μέμφεται ὀρχηστῆρι φιλοσκοπέλῳ Διονύσῳ
παρθένος ἰοχέαιρα, κυβερνήτειρα δὲ δίφρου
οὐτιδανῶν ἐλάφων, βαλίων ὀλέτειρα λαγωῶν,
μέμφεται οὐρεσίφοιτος ὀρειάδος ἐγγύθι Ῥείης
πορδαλίων ἐλατῆρι καὶ ἡνιοχῆι λεόντων.
παιδὸς ἐμοῦ Διὸς οἶκον ἀναίνομαι· ἐν γὰρ Ὀλύμπῳ
ἅζομαι αὐχήεσσαν ἀγαλλομένην ἔτι Λητώ,
ἰὸν ἐμοὶ τανύουσαν ἑῶν χραισμήτορα λέκτρων,
γηγενέος Τιτυοῖο ποθοβλήτοιο φονῆα.
καὶ διδύμαις ὀδύνῃσιν ἱμάσσομαι, ὅττι δοκεύω
ἀχνυμένην Σεμέλην καὶ ἀγήνορος ἀστέρα Μαίης.
οὐ σὺ Διὸς τεκέεσσιν όμοίιος· οὐ κτάνες ἰῷ
Ὦτον ἀπειλητῆρα καὶ ὑψιπόδην Ἐφιάλτην,
οὐ Τιτυὸν πτερόεντι τεῷ κατέπεφνες ὀιστῷ.
οὐ θρασὺν Ὠρίωνα δυσίμερον, οὐ πρόμον Ἥρης
Ἄργον, ἀεξικάκοιο βοοσκόπον υἱὸν ἀρούρης,
Ζηνὸς ὀπιπευτῆρα βοοκραίρων ὑμεναίων·
ἀλλὰ παρὰ Σταφύλῳ καὶ Βότρυϊ κῶμον ὑφαίνεις,
ἀκλειὴς ἀσίδηρος ἐποίνιον ὕμνον ἀείδων·
αἰσχύνεις Σατύρων χθόνιον γένος, ὅττι καὶ αὐτοὶ
Βακχιάδος ψαύοντες ἀναιμάκτοιο χορείης
Ἄρεος ἐλπίδα πᾶσαν ἐπετρέψαντο κυπέλλοις.
ἔστι καὶ εἰλαπίνη μετὰ φύλοπιν, ἔστι χορεύειν
Ἰνδῴην μετὰ δῆριν ἔσω Σταφύλοιο μελάθρων·
πηκτίδες ἄψ αὔουσιν ἐνυαλίην μετὰ νίκην·
νόσφι πόνων οὐκ ἔστιν ἀνέμβατον αἰθέρα ναίειν·
οὐ πέλε ῥηιδίη μακάρων ὁδός· ἐξ ἀρετῆς δὲ
ἀτραπὸς Οὐλύμποιο θεόσσυτος εἰς πόλον ἕλκει.

---

Nonnus of Panopolis, Διονυσιακά, ed. W.H.D. Rouse. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2045.tlg001.local001/.
