# Διονυσιακά 21.211-256

Nonnus of Panopolis, Διονυσιακά, Book 21, lines 21.211-21.256. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/nonnus-of-panopolis/text/21.211

ἀμφὶ δέ μιν γελόωντες ἐπέρρεον αἴθοπες Ἰνδοί,
εἰσόκεν ἐγγὺς ἵκανεν, ὅπῃ διδυμόζυγι δίφρῳ
ἑζετο Δηριάδης περιμήκετος, ὄρχαμος ἀνδρῶν,
ἠλιβάτων στατὸν ἴχνος ἀναστέλλων ἐλεφάντων.
καὶ Σατύρῳ γελόων φιλοκέρτομον ἴαχε φωνήν·
οἵους Δηριάδῃ διδυμόχροας ἄνδρας ἰάλλει
ταυροφυὴς Διόνυσος, ἀθύρματα δηιοτῆτος,
ἀλλοφυεῖς, οὐ φῶτας ὅλην βροτοειδέα μορφήν,
θηρῶν εἶδος ἔχοντας, ἐπεὶ διδυμάονι μορφῇ
εἰσὶ νόθοι ταῦροί τε καὶ ἀνέρες· ἀμφότερον γὰρ
καὶ βοὸς εἶδος ἔχουσι καὶ ἀνδρομέοιο προσώπου.
ἔννεπε, καὶ πολέμοιο προάγγελα σήματα φαίνων
ἀσπίδα ποικιλόνωτον ἀφειδέι τύψε μαχαίρῃ
μεσσοφανῆ περίκυκλον ἐς ὀμφαλόν· ἐκ δὲ βοείης
χαλκὸς ἀρασσομένης ἐπεβόμβεε λοίγιον ἠχώ.
καὶ βλοσυρῷ βασιλῆι τεθηπότα χείλεα λύσας
ἀγγελίην Βρομίοιο ταχύδρομος ἔννεπε κῆρυξ·
Δηριάδη, σκηπτοῦχε, θεὸς Διόνυσος ἀνώγει
Ἰνδοὺς δεχνυμένους λαθικηδέος οἶνον ὀπώρης
σπένδειν ἀθανάτοισι, δίχα πτολέμων, δίχα μόχθων·
εἰ δέ κε μὴ δέξαιντο, κορύσσεται, εἰσόκε θύρσοις
Βασσαρίδων γόνυ δοῦλον ὑποκλίνειεν Ὑδάσπης.
ἀγγελίης ἤκουσας ἀληθέος· εἰπὲ καὶ αὐτὸς
εἰρομένῳ τινὰ μῦθον, ἵνʼ ἀγγείλω Διονύσῳ.
ὣς φαμένου σκηπτοῦχος ἀνήρυγε λυσσάδα φωνήν·
ὦ πόποι, οἷον ἔπος θρασὺς ἔννεπεν ἀνδρόμεος θήρ.
αἰδέομαι κήρυκα μαχήμονι χειρὶ δαμάσσαι,
οὐ δόρυ θοῦρον ἔχοντα καὶ οὐ ψαύοντα βοείης.
ἔκλυον, ὅσσα μόγησε τεὸς πρόμος· ἔκλυε Γάγγης
ἀδρανίην Βρομίοιο καὶ ἠνορέην Λυκοόργου·
οἶδα τεὸν βασιλῆα, νόθον θεόν, ὁππότε φεύγων
εἰς βυθὸν ὠλίσθησεν ἀλεξικάκοιο θαλάσσης.
καὶ πυρόεις σέο Βάκχος ἀκούεται, ὅττι τεκούσης
ἐκ λαγόνων ἀνέτελλε Διοβλήτοιο Θυώνης·
καὶ πυρός ἐστιν ὕδωρ πολὺ φέρτερον· ἣν ἐθελήσῃ,
χεύματι παφλάζοντι πατὴρ ἐμός, Ἰνδὸς Ὑδάσπης,
Ζηνὸς ἀποσβέσσειε πυρίπνοον ἄσθμα κεραυνοῦ.
ἢν δʼ ἐθέλῃς, πόδα κάμψον ὁμούριον εἰς χθόνα Μήδων·
κεῖθι μολὼν ἀγόρευε χοροστασίας Διονύσου.
δύεο Βάκτριον οὖδας, ὅπῃ θεὸς ἔπλετο Μίθρης,
Ἀσσύριος Φαέθων ἐνὶ Περσίδι· Δηριάδης γὰρ
οὐ μάθεν οὐρανίων μακάρων χορόν, οὐδὲ γεραίρει
ἠέλιον καὶ Ζῆνα καὶ εὐφαέων χορὸν ἄστρων.
οὐ Κρόνον, οὐ Κρονίδην ἐδάην ὀλετῆρα τοκῆος,
οὐ Κρόνον ἀγκυλόμητιν, ἑῶν θοινήτορα παίδων,
αἰθέρος ἀμήσαντα φυτοσπόρον ἑσμὸν Ἐρώτων.

---

Nonnus of Panopolis, Διονυσιακά, ed. W.H.D. Rouse. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2045.tlg001.local001/.
