Ancient Greek · ~7 min
Book 21, lines 21.257-21.302
Nonnus of Panopolis, Διονυσιακά 21.257-302
Not analysed yet
ἀγνώσσω σέο δῶρα καὶ ἣν ὀνόμηνας ὀπώρην·
οὐ δέχομαι ποτὸν ἄλλο μετὰ χρύσειον Ὑδάσπην·
οἶνος ἐμὸς πέλεν ἔγχος, ὁ δʼ αὖ πότος ἐστὶ βοείη.
οὐ Σεμέλη με λόχευσε πυριβλήτοις ὑμεναίοις
δεξαμένη θαλάμοις φόνιον φλόγα, χαλκοχίτων δὲ
ἡμέας ἠέξησε μόθων ἀκόρητος Ἐνυώ.
οὐ μακάρων ἀλέγω τεκέων Διός· ἀμφότεροι γὰρ
μοῦνοι ἐμοὶ γεγάασι θεοὶ καὶ Γαῖα καὶ Ὕδωρ.
ταῦτα μολὼν ἀγόρευε φυγοπτολέμῳ Διονύσῳ·
ἔρρε φυγὼν ἀκίχητος, ἕως ἔτι τόξον ἐρύκω,
ἔρρε φυγὼν ἐμὸν ἔγχος· ἐς ὑσμίνην δὲ κορύσσας
ἡμιτελεῖς σέο θῆρας ἀθωρήκτους τε γυναῖκας
Δηριάδῆ πολέμιζε, καὶ Ἰνδῴην μετὰ νίκην
σύνδρομον αὖ ἐρύσω σε δορικτήτῳ Διονύσῳ.
οὐ μὲν ἐγὼ τελέσω σε διάκτορον· οὐ δύνασαι γὰρ
λάτριον ἔργον ἔχειν οἰκοσσόον· ἀλλά σε μακροῖς
οὔασι ῥιπίζοντα παρʼ εἰλαπίνῃσιν ἐάσω.
ὣς εἰπὼν ἀπέπεμψεν ἀπειλείοντι προσώπῳ·
καὶ πίνακος πτυκτοῖο μέσον κενεῶνα χαράξας
τοῖον ἔπος ταχύμυθος ἐπέγραφε δίζυγι δέλτῳ·
εἰ δύνασαι, Διόνυσε, κορύσσεο Δηριαδῆι.
τοῖα μὲν εἰσαΐων πάλιν ἔδραμεν ἠχέτα κῆρυξ.
Σειληνοὺς δʼ ἐκίχησε γεγηθότας· ἐξανιὼν δὲ
ἐκ ῥοθίων Διόνυσος Ὀρειάσι μίγνυτο Νύμφαις·
καὶ Σάτυροι σκίρτησαν, ἐπωρχήσαντο δὲ Βάκχαι,
γηραλέοις δὲ πόδεσσι Μάρων ἡγήσατο μολπῆς
πῆχυν ἐπικλίνων διδυμάονος αὐχένι Βάκχης
μεσσοφανής, εὔοδμον ἀναβλύζων χύσιν οἴνου·
καὶ μέλος ἀκρήδεμνος ἐπεσμαράγησε Μιμαλλών,
ἴχνιον ἀείδουσα παλιννόστου Διονύσου.
καὶ θεὸς ἀμπελόεις προτέρας ἔρριψε μερίμνας,
τερπωλῆς δʼ ἐπέβαινεν, ἐπεὶ μάθεν ἔνδοθι πόντου
πάντα Τορωναίοιο παρὰ Πρωτῆος ἀκούων,
ἀξείνων Ἀράβων ἐνοσίχθονα παλμὸν ἀρούρης,
καὶ σφαλερὸν Λυκόοργον ἑῷ ποδὶ τυφλὸν ἀλήτην·
ἔκλυε καὶ νομίης θανατηφόρον οἶστρον ἀνάγκης,
πῶς χορὸς ἀγρονόμων ἐλελίζετο, πῶς ἐνὶ βήσσαις
σφωιτέρας ὠδῖνας ἐδαιτρεύσαντο γυναῖκες·
ἔκλυε δʼ αἰθερίων Ὑάδων χορόν, ἔκλυεν αὐτὴν
ἀμβροσίην μετὰ γαῖαν ἐπαντέλλουσαν Ὀλύμπῳ,
ἀμβροσίην ἀκάμαντι κορυσσομένην Λυκοόργῳ,
καὶ μόθον εὐόρπηκα καὶ ἀμπελόεσσαν Ἐνυώ.
τοῖσι δὲ τερπομένοισι παλίνδρομος ἤιε κῆρυξ,
ἀσκηθὴς πολύευκτος ἀγαλλομένῳ Διονύσῳ,
ἀφροσύνην ἐνέπων ὑψαύχενα Δηριαδῆος,
δίζυγα δέλτον ἔχων ἐγκύμονα δηιοτῆτος.