# Διονυσιακά 21.303-345

Nonnus of Panopolis, Διονυσιακά, Book 21, lines 21.303-21.345. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/nonnus-of-panopolis/text/21.303

οὐ μέν ἄναξ ἀμέλησεν· ἐς ὑσμίνην δὲ μαχητὰς
θαρσήεις ἐβόησε, προάγγελα Δηριαδῆος
σύμβολα γινώσκων κεχαραγμένα μάρτυρι δέλτῳ.
καὶ καλέσας Ῥαδαμᾶνας ἀλήμονας, οὕς ποτε γαίης
Κρηταίης ἀέκοντας ἀπὸ χθονὸς ἤλασε Μίνως
Ἀρραβίης ἐπὶ πέζαν, ἐπέφραδε νεύματι Ῥείης
πῆξαι νήια δοῦρα θαλάσσιον εἰς μόθον Ἰνδῶν.
καὶ ταχὺς ἤλασε δίφρον Ἑώιον εἰς κλίμα γαίης
τεύχεσιν ἀστράπτων ἅτε Φωσφόρος· ἀμφὶ δὲ πέτρην
Καυκασίην λοφόεντα διαστείχων κενεῶνα
Ἠῴης παράμειβε φεραυγέα πέζαν ἀρούρης,
ἠελίου βαλβῖδα μεσημβρίζουσαν ὁδεύων.
ὄφρα μὲν εὐθύρσοιο μάχης ἠκούετο φωνὴ
καὶ στρατὸς ἀγχικέλευθος ὀρεσσινόμου Διονύσου,
τόφρα δὲ Δηριάδης πυκινὸν λόχον ἵδρυεν Ἰνδῶν,
γαῖαν ἐς ἀντιπέραιαν ἑὸν στρατὸν ἄζυγα πέμπων,
πᾶσαν ἐπιτρέψας δολομήχανον ἐλπίδα χάρμης
Ἄρεϊ χαλκοχίτωνι· καὶ ἔπλεεν ὑψόθι νηῶν
λαὸν ἐρετμώσας πεπερημένον Ἰνδὸν Ὑδάσπην.
καὶ στρατιαῖς διδύμῃσι μερίζετο φύλοπις Ἰνδῶν
ἀμφοτέρην παρὰ πέζαν ἀκοντοφόρου ποταμοῖο·
Θουρεὺς μὲν Ζεφύροιο παρὰ σφυρά, Δηριάδης δὲ
ἀντιπόρου σχεδὸν ἦλθε παρὰ πτερὸν αἴθοπος Εὔρου.
ἦν δέ τις αὐτόθι χῶρος ἐύσκιος, ὁππόθι πυκνοῖς
ἔρνεσι παντοίοισιν ἐμιτρώθη ῥάχις ὕλης
εὐρυτενής, καὶ κοῖλον ἔην σπέος· ἱπτάμενος δὲ
οὔ ποτε δένδρεα κεῖνα κατέγραφεν ἰὸς ἀλήτης,
εἴ τις ὀιστεύσειε, καὶ οὔ ποτε μεσσόθι θάμνων
ἠέλιος πεφόρητο κατάσσυτος ὀξέι παλμῷ
ἐνδομύχοις ἀκτῖσιν ὁμόπλοκα φύλλα χαράξας,
οὐ χύσις ἠερόφοιτος ἐδύσατο δάσκιον ὕλην
ἐκ Διὸς ὑετίοιο, μόγις δέ οἱ ὕδατος ὁλκῷ
ὑψιφανὴς Διὸς ὅμβρος ἐπέβρεχεν ἄκρα πετήλων.
κεῖθι τανυπρέμνοισιν ἐν ἄλσεσι φώριος Ἄρης
ἠλιβάτων χλοεροῖσι φυτῶν κεκάλυπτο κορύμβοις,
ἀπροϊδής, ἀτίνακτος, ἐνὶ δρυόεντι δὲ κόλπῳ
εἶχεν ἀδουπήτων πεφυλαγμένον ἴθμα πεδίλων,
οὐδὲ διαξαίνων κρυφίῳ ποδὶ φυλλάδα λόχμην,
οὐ ποδὸς ὀκλάζοντος ἔχων φόβον, οὐ λάλον ἠχὼ
χείλεϊ βαμβαίνοντι, καὶ οὐ χλόον ἀμφὶ προσώπῳ·
ἀλλὰ νόον θρασὺν εἶχε καὶ ἔμπεδον, ἐν δὲ χαμεύναις
μετρητὸν βλεφάροισιν ἐνόπλιον ὕπνον ἰαύων
δέγμενος ἐρχομένης στρατιῆς εὔρυθμον Ἐνυώ.

---

Nonnus of Panopolis, Διονυσιακά, ed. W.H.D. Rouse. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2045.tlg001.local001/.
