# Διονυσιακά 21.49-100

Nonnus of Panopolis, Διονυσιακά, Book 21, lines 21.49-21.100. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/nonnus-of-panopolis/text/21.49

δέξο με χερσαίην ἐχενηίδα, δέξο πετήλων
αὐτοπέδην ἀσίδηρον ἐρισταφύλοιο κυδοιμοῦ.
μίμνε μοι, αὐτόθι μίμνε δεδεγμένος υἷα Θυώνης,
εἰσόκε νοστήσειε θαλασσαίων ἀπὸ κόλπων.
τοῖα μὲν ἀμπελόεσσα κορυμβοφόρῳ φάτο φωνῇ
ἀμβροσίη τανύφυλλος, ἀρασσομένοιο Λυκούργου·
καὶ ,χλοεροῖς δεσμοῖσι κατάσχετος ἄγριος ἀνὴρ
ἀρραγέων ἀτίνακτος ἀλυκτοπέδῃσι πετήλων
ἀμφιπαγὴς ἀλάλαζεν ἀπειλείων Διονύσῳ·
οὐδὲ φυγεῖν σθένος εἶχε, μάτην δʼ ἐτίνασσεν ἀνάγκῃ
οὐτιδαναῖς ἑλίκεσσι περίπλοκον ἀνθερεῶνα·
οὐδὲ διʼ ἀσφαράγοιο μέση πορθμεύετο φωνὴ
θλιβομένου στεφανηδόν· ἐκυκλώσαντο δὲ Βάκχαι
αὐχένα μιτρωθέντα μέσον πνικτῆρι κορύμβῳ.
καὶ πέλεκυν δασπλῆτα δορυσσόος ἥρπασεν Ἄρης
παιδὸς ἑοῦ· Βρομίην γὰρ ἐδείδιε λυσσάδα Βάκχην,
μὴ φονίῳ βουπλῆγι δέμας πλήξειε Λυκούργου·
οὐδὲ Δρυαντιάδην χλοερῶν ἀπελύσατο δεσμῶν,
καὶ μάλα περ ποθέων, στεροπῇ δʼ ὑπόειξε τοκῆος
δοῦπον ἀπειλητῆρα Διὸς βρονταῖον ἀκούων.
καὶ δολιχὴν προθέλυμνον ἐπιπροχυθεῖσα καρήνῳ
ἀνδρὸς ἀμαιμακέτοιο κόμην ὤλοψε Πολυξώ·
γαστέρι δʼ ἀντιβίου μανιώδεα χεῖρα βαλοῦσα,
ἁπτομένη θώρηκος, ἀνέσπασεν ἅρπαγι παλμῷ,
χωομένη δʼ ἔρρηξε—μαχήμονες, εἴπατε, Μοῦσαι,
οἷον ἔην τότε θαῦμα δαϊζομένοιο χιτῶνος
θηλυτέροις ὀνύχεσσι, σιδηρείου περ ἐόντος—·
καὶ ταναοῖς πλέξασα λύγοις ἑλικώδεα σειρὴν
Κλείτη λυσιέθειρα καὶ ἀμπελόεσσα Γιγαρτὼ
εὐπετάλῳ μάστιγι δέμας φοίνιξε Λυκούργου
αἱμαλέῃ σμώδιγγι χαρασσομένων ἐπὶ νώτων·
Φλειὼ δʼ εὐρυτέρῃσι κατέγραφε ταρσὸν ἀκάνθαις
αἰνομανής· Ἐρίφη δὲ συνέμπορος Εἰραφιώτῃ
δραξαμένη μέσσοιο δασύτριχος ἀνθερεῶνος
ἄνδρα βαλεῖν μενέαινεν ἐπὶ χθονί· μαρναμένη δὲ
Βακχείης Φασύλεια κυβερνήτειρα χορείης
δυσμενέος κενεῶνα κατέγραφεν ὀξέι κέντρῳ·
καὶ Θεόπη κεκόρυστο, τιθηνήτειρα Λυαίου,
ῥινοτόρῳ νάρθηκι· δέμας δʼ ἤρασσε Λυκούργου
καὶ Βρομίη Βρομίοιο φερώνυμος· αἷς ἅμα Νύμφη
Κισσηὶς φιλόβοτρυς ἐμάστιεν ἀνέρα κισσῷ.
καὶ πολέμῳ δρυόεντι βιαζομένου Λυκοόργου
πῆμα φάνη πάλιν ἄλλο κακώτερον· Ἀρραβίῃ γὰρ
πόντιον ἐννοσίγαιον ὀρεστιὰς ὥπλισε Ῥείη,
σχιζομένων καναχηδὸν ἀκοντιστῆρα θεμέθλων·
καὶ δαπέδου βαθύκολπον ἀπεστυφέλιξεν ὀχῆα
αἰχμάζων τριόδοντι θαλασσομέδων ἐνοσίχθων,
ἐνδομύχοις ἀνέμοισιν ἱμασσομένων κενεώνων,
γειοπόνοις ἀνέμοισιν, ἐπεὶ νωμήτορι παλμῷ
χάσματα κοιλαίνουσι σεσηρότα φωλάδες αὖραι·
Ἀρραβίης δʼ ἀτίνακτος ἐσείετο κόλπος ἀρούρης,
ἀγχινεφῆ δὲ μέλαθρα τινάκτορι λύετο παλμῷ·

---

Nonnus of Panopolis, Διονυσιακά, ed. W.H.D. Rouse. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2045.tlg001.local001/.
