# Διονυσιακά 22.196-242

Nonnus of Panopolis, Διονυσιακά, Book 22, lines 22.196-22.242. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/nonnus-of-panopolis/text/22.196

ἄλλου μαρναμένοιο κατέδραμε φάσγανον ἕλκων,
ἄορι δʼ εὐθήκτῳ παλάμην τάμεν, ἡ δὲ πεσοῦσα
αἱμοβαφὴς ἤσπαιρεν ἐπὶ χθονὸς ἁλλομένη χείρ·
καὶ παλάμη τέτμητο καὶ οὐ μεθέηκε βοείην
ἄκρα περισφίγγουσα κονιομένου τελαμῶνος
ψυχὴ δʼ ἠνεμόφοιτος ἀναΐξασα θανόντος
συμπλεκέος ποθέεσκεν ἐθήμονα σώματος ἥβην.
ἄλλον ἀπηλοίησεν ἀφειδέι δουρὶ πατάξας,
θηγαλέῃ γλωχῖνι βραχίονος ἄκρα τορήσας,
ἄορι δʼ ἀσπίδα τύψεν, ἀρασσομένης δὲ σιδήρῳ
ἀρραγέος βόμβησε μεσόμφαλα νῶτα βοείης.
αὐτάρ ὁ λυσσήεντι μόθου δεδονημένος οἴστρῳ
ἐγχείην ἐλέλιζε μετήλυδα κυκλάδι τέχνῃ
ἢ πλευρῆς ἑκάτερθεν ἤ αὐχένος ἢ σχεδὸν ὤμου·
σείων δʼ ἔνθα καὶ ἔνθα παλινδίνητον ἀκωκὴν
στεινομένης μέσα νῶτα διέτμαγε δηιοτῆτος,
κραιπνός, ἀερσιλόφοιο καθήμενος ὑψόθεν ἵππου.
ὡς δʼ ὅτε ῥιγαλέου σκιερὴν μετὰ χείματος ὥρην
φαίνεται ἀσκεπέων νεφέων γυμνούμενος ἀήρ,
φέγγεος εἰαρινοῖο δεδεγμένος αἴθριον αἴγλην·
ὣς ὅ γε βακχεύων πυκινὰς στίχας ἄτρομος ἀνὴρ
Ἰνδῶν σχιζομένων μεσάτην γυμνώσατο χάρμην.
καὶ τότε τις προμάχοιο περὶ στόμα χαλκὸν ἐρείσας
δεξιτερὴν δασπλῆτι γενειάδα τύψε μαχαίρῃ·
καί τις ἐπʼ ἀντιβίοισιν ἐν ἠέρι βόμβον ἰάλλων
εἰς σκοπὸν ὑψικέλευθον ἐπέμπετο λᾶας ἀλήτης,
καὶ λίθος ἠερόφοιτος ἐπεσμαράγησε καρήνῳ,
καὶ λόφον εὐπήληκος ἀπεστυφέλιξεν ἐθείρης,
αὐχενίου δεσμοῖο παρʼ ἀνθερεῶνα λυθέντος·
τῆς δὲ κυλινδομένης κεφαλὴ γυμνοῦτο φορῆος.
οὐ μοῦνοι τότε φῶτες ἐπέβρεμον, ἀλλὰ καἰ αὐτοὶ
ἵπποι χαλκοχίτωνες ἐπεσμαράγησαν Ἐνυώ,
Ἄρεα σαλπίζοντες ἐνυαλίῳ χρεμετισμῷ.
κούρη δʼ ὑστερόφωνος ὀρεσσαύλων ἀπὸ λαιμῶν
πετραίοις στομάτεσσιν ἀμειβομένη κτύπον αὐτῶν
μιμηλὴ χρεμέτιζε μέλος πολεμήιον Ἠχώ.
καὶ πολὺς ἀρτιδάικτος ἑλίσσετο νεκρὸς ἀρούραις
θερμὸν ἀποπτύων ῥόον αἵματος· ὀλλυμένων δέ
οἱ μὲν ἐπὶ πλευρῇσιν ἐπῃώρηντο θανόντες,
ὃς δὲ τυπεὶς ἐλέλικτο χαρασσομένου κενεῶνος,
ἄλλος ὑπέρ δαπέδοιο χυτῇ κεκύλιστο κονίῃ,
ἄλλος ἐπεστήρικτο παρʼ ὀμφαλόν, ὃς δʼ ἐπὶ γαίῃ
ἀνέρος ἀσπαίροντος ἐπεσκίρτησε καρήνῳ,
ὃς δέ πεσὼν ἰάχησε τετυμμένος ἀνθερεῶνα,
καὶ πόδας ἀμφελέλιξεν ἔχων ὀρχηθμὸν ὀλέθρου·
πρηνὴς δʼ ἄλλος ἔκειτο, καὶ ὡς κοτέων ὀλετῆρι
εὐρυχανὴς ἔσφιγξε μεμηνότι γαῖαν ὀδόντι.

---

Nonnus of Panopolis, Διονυσιακά, ed. W.H.D. Rouse. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2045.tlg001.local001/.
