# Διονυσιακά 23.43-88

Nonnus of Panopolis, Διονυσιακά, Book 23, lines 23.43-23.88. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/nonnus-of-panopolis/text/23.43

ἄλλος ἐνερρίζωτο δεδυκότος ἄχρι γενείου,
καὶ πόδας ᾐώρησε λελουμένον ὦμον ἀείρων,
φεύγων φρικτὰ ῥέεθρα καταΐσσοντα προσώπου·
ἄλλος ἐνὶ προχοῇσιν ὅλον δέμας ἐκ ποδὸς ἄκρου
ἄχρι μέσου στέρνοιο κατάρρυτος, ὃς δὲ διαίνων
ὤμους διχθαδίους, ὁ δὲ βόστρυχον ἄκρον ἐρεύσας
δέχνυτο κυματόεσσαν ἐπαΐσσουσαν ἀπειλήν.
εἰς βυθὸν ἄλλος ἔδυνε διάβροχα χείλεα σείων
ἀνδροφόνον παρὰ χεῦμα σεσηρότος ἀνθερεῶνος.
καί τις ἑοὺς ἑτάρους δεδοκημένος Ἰνδὸς ἀγήνωρ
τοὺς μὲν κτεινομένους δολιχῷ δορί, τοὺς δὲ μαχαίρῃ,
ἄλλον ὀιστευθέντα χαραδρήεντι βελέμνῳ,
τὸν δὲ πολυπλέκτῳ δεδαϊγμένον ὀξέι θύρσῳ,
Θουρέι νεκρὸν ὅμιλον ἐδείκνυεν, ἀχνύμενος δὲ
τίλλε κόμην, φλογερῷ δὲ χόλου βακχεύετο πυρσῷ,
σφίγγων καρχαρόδοντι μεμυκότα χείλεα δεσμῷ·
καὶ ταχὺς αὐτοφόνον μιμούμενος Ἰνδὸν Ὀρόντην,
βάρβαρον αἷμα φέρων καὶ βάρβαρον ἦθος ἀέξων,
ἆορ ἑὸν γύμνωσεν, ἀπορρίψας δὲ χιτῶνα,
Ἄρεος ἀρραγὲς ἕρκος, ἀλεξητῆρα βελέμνων,
καὶ ξίφος ἀπτοίητος ἑῷ κενεῶνι πελάσσας
ὑστατίην ταχύποτμος ἀγήνορα ῥήξατο φωνήν·
γαστήρ, δέχνυσο τοῦτο φίλον ξίφος· αἰδέομαι γάρ,
μή τις ἐμὲ κτείνειεν ἀνάρσιος ἀπτόλεμος χείρ.
αὐτὸς ἐμῷ κενεῶνι θελήμονα χαλκὸν ἐλάσσω,
μή με πατήρ μέμψαιτο δεδουπότα θήλεϊ θύρσῳ,
μὴ Σάτυρον, μὴ Βάκχον ἐμὸν καλέσειε φονῆα.
ἔννεπε κυανέης κατὰ γαστέρος ἆορ ἐρείσας
τολμηραῖς παλάμῃσιν, ἅτε ξένον ἄνδρα δαΐζων,
καὶ θάνεν αὐτοδάικτος ἐν ἀντιβίοισι Μενοικεύς,
αἰδόμενος μετὰ δῆριν ἰδεῖν ἔτι Δηριαδῆα·
ὄμμασι δʼ ἀκλαύτοισι θελήμονι κάτθανε πότμῳ,
καὶ μανίης ἀπάνευθεν ἐφαίνετο χάλκεος Αἴας.
καὶ φόνος ἄσπετος ἦεν· ἀναινομένῳ δὲ ῥεέθρῳ
κτεινομένους ἐκάλυψε καὶ ἔπλετο τύμβος Ὑδάσπης.
καί τις ἔσω ποταμοῖο πανυστατίην χέε φωνήν·
καὶ σύ, πάτερ, προχοῇσι πόθεν σέο τέκνα καλύπτεις;
πολλάκι Βάκτρον Ἄρηα μετήιον, ἀλλὰ ῥεέθροις
οὔ ποτε Μῆδον ὅμιλον ἀπέκτανε Μῆδος Ἀράξης·
Περσικὸς Εὐφρήτης οὐκ ἔκρυφε γείτονα Πέρσην·
πολλάκι μοι παρὰ Ταῦρον ἔην μόθος, ἀλλʼ ἐνὶ χάρμῃ
οὐ Κίλικάς ποτε Κύδνος ἑῷ τυμβεύσατο κόλπῳ
οὐ Τάναϊς χιονῶδες ἄγων πετρούμενον ὕδωρ
γείτονι Σαυρομάτῃ θωρήσσεται, ἀλλὰ κορύσσων
Κόλχοις ἀντιβίοισι χαραδρήεσσαν Ἐνυὼ
πολλάκι παχνήεντι κατεπρήνιξε βελέμνῳ.

---

Nonnus of Panopolis, Διονυσιακά, ed. W.H.D. Rouse. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2045.tlg001.local001/.
