# Διονυσιακά 23.89-141

Nonnus of Panopolis, Διονυσιακά, Book 23, lines 23.89-23.141. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/nonnus-of-panopolis/text/23.89

Ἠριδανὸς πέλε σεῖο μακάρτερος, ὅττι ῥεέθροις
ἀλλοδαπὸν Φαέθοντα καὶ οὐκ ἔκρυψε πολίτην,
οὐ Γαλάτην ἐκάλυψε καὶ οὐ τάφος ἔπλετο Κελτῷ,
ἀλλὰ φίλοις ναέτῃσι ῥυηφενέων ἀπὸ δένδρων
Ἡλιάδων ἤλεκτρα φεραυγέα δῶρα κυλίνδει·
Ῥῆνος Ἴβηρ βρεφέεσσι κορύσσεται, ἀλλὰ δικάζων,
καὶ κρυφίην ὠδῖνα διασχίζων τοκετοῖο
κτείνει ξεῖνα γένεθλα· σὺ δὲ φθιμένων ναετήρων
κρύπτεις γνήσια τέκνα καὶ οὐ νόθον αἷμα καλύπτεις.
πῶς δύνασαι ποταμοῖσι μιγήμεναι ἠὲ καὶ αὐτῷ
ὠκεανῷ γενέτῃ καὶ Τηθύι, σεῖο τεκούσῃ,
αἱμαλέαις λιβάδεσσι φόνου πλημμυρίδα σύρων;
ἅζεο, μὴ νεκύεσσι Ποσειδάωνα μιήνῃς.
σεῖο ῥόος Βρομίοιο κακώτερος, ὅττί με θύρσοις
οὐ κλονέει Διόνυσος, ὅσον κλονέεις με ῥεέθροις.
ὣς εἰπὼν βαρύποτμος ἐδέχνυτο λοίσθιον ὕδωρ.
καὶ πλόος ἦν εὔοπλος· ἐκουφίζοντο δὲ λαοὶ
οἰδαλέοις μελέεσσιν· ἀποφθιμένου δὲ φορῆος
ἡμιφανὴς πλωτῆρι λόφῳ πορθμεύετο πήληξ
δυομένη κατὰ βαιόν· ἐφαλλόμεναι δὲ ῥεέθροις
ἐκταδὸν ἐν ῥοθίοισιν ἅτε πρυμνήσια νηῶν
νηχομένους τελαμῶνας ἐναυτίλλοντο βοεῖαι,
στοιχάδες ἔνθα καὶ ἔνθα· βαρυνόμενον δὲ σιδήρῳ
εἰς βυθὸν ὑγροχίτωνα κατέσπασεν ἀνέρα θώρηξ.
οὐδὲ μόθου Διόνυσος ἑοὺς ἀνέκοψε μαχητάς,
εἰ μὴ πάντας ἔπεφνεν ἑῷ ταμεσίχροϊ θύρσῳ,
καλλείψας ἕνα μοῦνον ὅλων κήρυκα θανόντων·
Θουρέα μοῦνον ἔλειπε θεουδέα μάρτυρα νίκης.
Ἥρη δʼ ὡς ἐνόησε δαϊκταμένων φόνον Ἰνδῶν,
οὐρανόθεν πεπότητο, διʼ ὑψιπόρου δὲ κελεύθου
ἄστατος ἠνεμόεντι κατέγραφεν ἠέρα ταρσῷ.
Ἀντολίῃ δʼ ἐπέβαινε, καὶ ἤλασεν Ἰνδὸν Ὑδάσπην
φύλοπιν αἱματόεσσαν ἀναστῆσαι Διονύσῳ.
ἀλλʼ ὅτε βαρβαρόφωνος Ἑώιος ὤκλασεν Ἄρης,
δὴ τότε ναυτιλίης ἑτερότροπα μάγγανα τεύχων
χεύμασιν ἀκλύστοισι χορὸς πορθμεύετο Βάκχων.
καὶ θεὸς ἡγεμόνευε, διʼ οἴδματος ἡνιοχεύων
ἅρμασι χερσαίοισι νόθον πλόον, ὑγροπόρων δὲ
πορδαλίων ἀδίαντος ὄνυξ ἐχάραξεν Ὑδάσπην·
καὶ στρατιαὶ πλόον εἶχον ἀκυμάντου ποταμοῖο,
ὧν ὁ μὲν Ἰνδῴην σχεδίην πολύδεσμον ἐρέσσων,
ὃς δέ, κυβερνήσας διερὴν ἀκάτοιο πορείην,
ἐνδάπιον σκάφος εἶχε λινορραφέων ἁλιήων
ἁρπάξας· ἕτερος δὲ νόθῳ ναυτίλλετο θεσμῷ,
ἅμματι τεχνήεντι περίπλοκα δούρατα δήσας,
καὶ ξύλον αὐτόπρεμνον ὁμοίιον ὁλκάδι τεύχων,
ἔκτοθι πηδαλίου, δίχα λαίφεος, ἐκτὸς ἐρετμῶν,
οὐ Βορέην καλέων νηοσσόον—ἰθυτενὲς γὰρ
εἰς βυθίους κενεῶνας ὑποβρύχιον δόρυ πέμπων
Ἄρεος ὑγροπόροιο δορυσσόος ἔπλεε ναύτης—,
καὶ πλωτῆς ἀδίαντος ἐπʼ ἀσπίδος οἴδματα τέμνων,
πεῖσμα φέρων τελαμῶνα, σακέσπαλον εἶχε πορείην,
ξείνην ναυτιλίην ψευδήμονι νηὶ χαράσσων.

---

Nonnus of Panopolis, Διονυσιακά, ed. W.H.D. Rouse. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2045.tlg001.local001/.
