# Διονυσιακά 24.242-290

Nonnus of Panopolis, Διονυσιακά, Book 24, lines 24.242-24.290. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/nonnus-of-panopolis/text/24.242

αὐτὰρ ὁ φορμίζων ἀνεβάλλετο Κύπριν ἀείδειν,
ὥς ποτε κέντρον ἔχουσα φιληλακάτοιο μερίμνης
χερσὶν ἀπειρήτοισι μετήιεν ἱστὸν Ἀθήνης,
κερκίδα κουφίζουσα καὶ οὐκέτι κεστὸν Ἐρώτων.
καὶ Παφίης τετάνυστο παχὺς μίτος, οἷά τε μακρὴ
οἰσυΐνη μήρινθος ἐύστροφος, ἥν τινι τέχνῃ
ὁλκοῖς μηκεδανοῖσι γέρων ἐρράψατο τέκτων,
φράξας ἀρτιτέλεστα σεσηρότα δούρατα νηῶν·
ἡ δὲ πανημερίη καὶ παννυχίη πέλας ἱστοῦ
Παλλάδος ἔργον ἔτευχε παλίλλυτον, ἀλλοτρίῳ δὲ
ἀτρίπτους ἕο χεῖρας ἀήθεϊ τείρετο μόχθῳ·
καὶ κτενὶ πουλυόδοντι διαξύουσα χιτῶνα
καὶ λίθον ὀρχηστῆρα περικρεμάσασα μεσάκμῳ
κερκίδι πέπλον ὕφαινε, καὶ ἔπλετο Κύπρις Ἀθήνη·
καὶ πόνος ᾖν ἀγέλαστος· ὑφαινομένοιο δὲ πέπλου
εὐρυτενὴς ὠγκοῦτο πέλωρ μίτος· αὐτόματοι δὲ
στήμονες ἐρρήγνυντο παχυνομένοιο χιτῶνος·
εἶχε δὲ διχθαδίοισι πόνοις ἐπιμάρτυρα τέχνης
ἠέλιον καὶ λύχνον ἀναγκαίην τε Σελήνην.
οὐ χορὸν ὠρχήσαντο χορίτιδες Ὀρχομενοῖο
ἀμφίπολοι Παφίης· τροχαλῇ δʼ ἐλέλιξεν ἐρωῇ
Πασιθέη κλωστῆρα, καὶ εἰροκόμος πέλε Πειθώ,
καὶ μίτον Ἀγλαϊη καὶ νήματα δῶκεν ἀνάσσῃ.
καὶ μερόπων ἀλάλητο γάμων βίος· ἁρμονίην δὲ
ἔστενεν ἀχρήιστον ἀνυμφεύτων ὑμεναίων
ἡνίοχος βιότοιο γέρων δεδονημένος Αἰών·
καὶ φλογερὴν ἀγέραστος Ἔρως ἀνελύσατο νευρήν,
παπταίνων ἀλόχευτον ἀνήροτον αὔλακα κόσμου.
οὐ τότε φορμίγγων ἐρόεις κτύπος, οὐ τότε σύριγξ,
οὐ λιγὺς αὐλὸς ἔμελπεν Ὑμὴν Ὑμέναιε λιγαίνων·
ἀλλὰ βίου μινύθοντος ἱμασσομένης τε γενέθλης
συζυγίης ἀλύτοιο μετωχλίσθησαν ὀχῆες.
καὶ Παφίην φιλόμοχθον ἴδεν ταλαεργὸς Ἀθήνη,
καὶ χόλον εἶχε γέλωτι μεμιγμένον, ὡς ἴδε μακρὴν
τρηχαλέην μήρινθον ἀπειροπόνου Κυθερείης·
ἀθανάτοις δʼ ἤγγειλε· βαρυζήλῳ δὲ μενοινῇ
ἔννεπε, μεμφομένη καὶ Κύπριδι καὶ γενετῆρι·
σὴ δόσις ἀλλοπρόσαλλος ἀμείβεται, οὐράνιε Ζεῦ·
οὐκέτι Μοιράων μεθέπω δόσιν· ἱστοπόνος γὰρ
κλῆρον ἐμὸν σύλησε τεὴ θυγάτηρ Ἀφροδίτη.
κλῆρον Ἀθηναίς οὐχ ἥρπασε δεσπότις Ἥρη,
γνωτὴ καὶ παράκοιτις ἐμοῦ Διός, ἀλλὰ χαλέπτει
ἐκ γενετῆς σακέεσσι κορυσσομένην Ἀγελείην
ἡ ταμίη θαλάμων, ἁπαλὴ θεός. ὑμετέρου δὲ
ἀπτόλεμος Κυθέρεια πότε προμάχιζεν Ὀλύμπου,
ἠὲ τίνας Τιτῆνας ἀπώλεσε θήλει κεστῷ,
ὅττι μετὰ πτολέμους με βιάζεται; ἀλλὰ καὶ αὐτὴ
εἰπέ μοι, ἰοχέαιρα, τεῆς πότε μεσσόθεν ὕλης
εἶδες ὀιστεύουσαν ἥ ἀγρώσσουσαν Ἀθήνην;

---

Nonnus of Panopolis, Διονυσιακά, ed. W.H.D. Rouse. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2045.tlg001.local001/.
