# Διονυσιακά 26.141-191

Nonnus of Panopolis, Διονυσιακά, Book 26, lines 26.141-26.191. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/nonnus-of-panopolis/text/26.141

φήμη δʼ ἀμφιβόητος ἀκούετο, καὶ στρατός Ἰνδῶν
μαζὸν ἀλεξικάκοιο δολοπλόκον ᾔνεσε νύμφης.
ὃς τότε Βωλίγγεσσι μετέπρεπεν, ὡς μέσος ἄστρων
αἰθέρα φαιδρύνων ἀμαρύσσεται Ἕσπερος ἀστήρ,
ἕσπερος, ἑσπομένης λιποφεγγέος ἄγγελος ὄρφνης.
Γίγγλων δʼ ὑψικάρηνος ἀερσιπόδης τε Θυραιεὺς
ὑψινεφής θʼ Ἵππαλμος ὑπὲρ πυμάτης κλίμα μαίης
ὥπλισαν αἰόλα φῦλα δοριθρασέων Ἀραχωτῶν
Δερσαίων τε φάλαγγας ὁμήλυδας, οἴ τε σιδήρῳ
κτεινομένους κατʼ Ἄρηα χυτῇ κρύπτουσι κονίῃ
(κτεινομένους κατὰ δῆριν ἐτυμβεύοντο κονίῃ).
καὶ στρατὸν ἀγκυλότοξον ἀολλίσσας ἐπικούρων
Ἁβράθοος βραδύς ἦλθε· νεοτμήτων δὲ κομάων
αἰδόμενος κεκόρυστο, χόλον καὶ πένθος ἀέξων
βουκεράου βασιλῆος, ἐπεί νύ οἱ ἄφρονι λύσσῃ
Δηριάδης ὑπέροπλος ὅλην ἀπεκείρατο χαίτην,
Ἰνδοῖς πικρὸν ὄνειδος. ἀναγκαῖος δὲ μαχητὴς
εἰς ἐνοπὴν μόγις ἦλθε, καὶ αἰπυλόφῳ τρυφαλείῃ
λωβητὴν ἐκάλυπτε λιπότριχον ἄντυγα κόρσης,
κρυπτὸν ἐνὶ κραδίῃ μεθέπων κότον· ὲν δὲ κυδοιμοῖς
ἤματι μὲν πολέμιζεν, ἀεὶ δʼ ὑπὸ πάννυχον ὥρην
ἄγγελον ἀγγέλλοντα νοήματα Δηριαδῆος
Βάκχῳ πιστὸν ἔπεμπεν ὀπάονα· λαθριδίως δὲ
Δηριάδῃ κεκόρυστο καὶ ἀμφαδίην Διονύσῳ.
Ξούθων δʼ ἄγρια φῦλα καὶ ἐγρεμόθων Ἀριηνῶν
καὶ Ζοάρων ἐκόρυσσε γονὴν καὶ φῦλον Ἐάρων
Κασπείρων τε γένεθλα καὶ Ἀρβίας, οἵ τʼ ἔχον αὐτὸν
Ὕσπορον αἰγλήεντι διαστίλβοντα ῥεέθρῳ,
ἠλέκτρου κομόωντα βαθυπλούτοισι μετάλλοις,
οἶ τʼ ἔχον Ἀρσανίην εὐδείελον, ἧχι γυναῖκες
εἰς μίαν ἠριγένειαν ἐθήμονι Παλλάδος ἱστῷ
ὀξείαις παλάμῃσιν ὅλον τελέουσι χιτῶνα.
τοῖς δʼ ἐπὶ χωρήσσοντο κυβιστητῆρι κυδοιμῷ
Κυραῖοι, δεδαῶτες ἁλίκτυπον ἄντυγα νήσων,
Ἄρεος εἰναλίοιο δαήμονες· ὑγροπόρους δὲ
ὁλκάδας οὐ δεδάασιν, ἀδεψήτῳ δὲ βοείῃ
δουρατέων πλώουσι τύπῳ τεχνήμονι νηῶν·
δέρμασι δʼ ἰθύνουσι νόθον πλόον, οἷς ἔνι ναύτης
ἕζεται ἀκλύστοισιν ἐν οἴδμασι ποντοπορεύων,
ὁλκάσι μιμηλοῖσι θαλάσσια νῶτα χαράσσων.
τούς Θύαμις κόσμησε καὶ Ὅλκασος, ὄρχαμος ἀνδρῶν,
Ταρβήλου δύο παῖδες ἀκοντοφόροιο τοκῆος.
καὶ πολὺς ἑσμὸς ἵκανεν Ἀρεκζάντειαν ἐάσας,
ξείνου δουρατέου μέλιτος τροφόν, ἧχι πιόντα
ἠερίης ζείδωρον Ἑώιον ἀρδμὸν ἐέρσης
δένδρεα χαιτήεντα μελίρρυτον, ὡς ἀπὸ σίμβλων,
δαιδαλέην ὠδῖνα σοφῆς τίκτουσι μελίσσης,
αὐτοτόκων πετάλων χλοερὸν ποτόν· εἰς πεδίον γὰρ
ἀρτιφανὴς Φαέθων, ὅτε λούεται Ὠκεανοῖο,
ὄμπνιον Ἠῴης ἀποσείεται ἰκμάδα χαίτης,
ῥαίνων ζωοτόκοιο φυτηκόμον αὔλακα γαίης.

---

Nonnus of Panopolis, Διονυσιακά, ed. W.H.D. Rouse. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2045.tlg001.local001/.
