Ancient Greek · ~8 min
Book 26, lines 26.192-26.244
Nonnus of Panopolis, Διονυσιακά 26.192-244
Not analysed yet
τοῖον Ἀρειζάντεια φέρει μέλι, τῷ ἔπι χαίρων
νηχόμενος πτερύγεσσιν ὑπὲρ πετάλοιο χορεύων
ἵπταται ἄσπετος ὄρνις· ὄφις δέ τις ἀγκύλος ἕρπων,
μιτρώσας ἑλικηδόν, ὁμόπλοκος ἡδέι δένδρῳ,
ἰκμάδα λειριόεσσαν ἀμέλγεται ἅρπαγι λαιμῷ,
χείλεσι λιχμώων γλυκερὴν ὠδῖνα κορύμβων·
δενδραίην δὲ δράκοντες ἀναβλύζοντες ἐέρσην
ἡδὺ μέλι προχέουσι, καὶ οὐ τόσον ἰὸν ἀλήτην
πικρὸν ἀποπτύουσιν, ὅσον γλυκύ χεῦμα μελίσσης·
ἧχι μελισταγέεσσιν ἐπʼ ἀκρεμόνεσσιν ἀείδει
ὡρίων, γλυκὺς ὄρνις, ὁμοίιος ἔμφρονι κύκνῳ·
οὐ μέν ἀνακρούει Ζεφυρηίδι σύνθροος αὔρῃ
ὑμνοτόκων πτερύγων ἀνεμώδεα ῥοῖζον ἰάλλων,
ἀλλὰ σοφοῖς στομάτεσσι μελίζεται, οἷά τις ἀνὴρ
πηκτίδι νυμφοκόμῳ θαλαμηπόλον ὕμνον ἀράσσων.
κατρεύς δʼ ἐσσομένοιο προθεσπίζει χύσιν ὄμβρου,
ξανθοφυής, λιγύφωνος· ἀπὸ βλεφάρων δέ οἱ αἴγλη
πέμπεται ὀρθρινῇσι βολαῖς ἀντίρροπος Ἠοῦς·
πολλάκι δʼ ἠνεμόεντος ὑπὲρ δένδροιο λιγαίνων
σύνθροος ὡρίωνος ἀνέπλεκε γείτονα μολπήν,
φοινικέαις πτερύγεσσι κεκασμένος· ἧ τάχα φαίης,
μελπομένου κατρῆος ἑώιον ὕμνον ἀκούων,
ὄρθριον αἰολόδειρον ἀηδόνα κῶμον ὑφαίνειν.
κεῖθι καὶ ἐγρεμόθων μερόπων στρατός, οὓς ἐπὶ χάρμην
ἄτρομος Ἱππάλμοιο πάις θώρηξε Πυλοίτης,
γνωτὸν ἔχων Βιλλαῖον, ὁμόστολον ἡγεμονῆα.
τοῖς δʼ ἐπὶ θωρήσσοντο Σίβαι καὶ λαὸς Ὑδάρκης,
καὶ στρατὸς ἄλλος ἵκανε πόλιν Καρμῖναν ἐάσας·
τῶν ἄμα Κύλλαρος ἦρχε καἰ Ἀστράεις, πρόμος Ἰνδῶν,
Βρόγγου δίζυγα τέκνα τετιμένα Δηριαδῆι.
καὶ στόλος ἄλλος ἵκανε τριηκοσίων ἀπὸ νήσων,
αἵ τε περιστιχόωσιν ἀμοιβάδες ἄλλυδις ἄλλαι
γείτονες ἀλλήλῃσιν, ὅπῃ περιμήκεϊ πορθμῷ
δίστομος Ἰνδὸς ἄγων μετανάστιον ἀγκύλον ὕδωρ,
ἑρπύζων κατὰ βαιὸν ἀπʼ Ἰνδῴου δονακῆος
λοξὸς ὑπὲρ δαπέδοιο παρʼ Ἠῴου στόμα πόντου,
ἔρχεται αὐτοκύλιστος ὑπὲρ λόφον Αἰθιοπῆα·
ἧχι θερειγενέων ὑδάτων ὑψούμενος ὁλκῷ
χεύμασιν αὐτογόνοις ἐπὶ πήχεϊ πῆχυν ἀέξει,
καὶ χθόνα πιαλέην ἀγκάζεται ὑγρὸς ἀκοίτης,
τέρπων ἰκμαλέοισι φιλήμασι διψάδα νύμφην,
οἶστρον ἔχων πολύπηχυν ἀμαλλοτόκων ὑμεναίων,
μέτρῳ ἀμοιβαίῳ παλιναυξέα χεύματα τίκτων
Νεῖλος ἐν Αἰγύπτῳ καὶ ἑώιος Ἰνδὸς Ὑδάσπης.
κεῖθι μελαμψήφιδα διαξύων ῥόον όπλῇ
νήχεται ὑδατόεις ποταμήιος ἵππος ἀλήτης,
οἶος ἐμοῦ Νείλοιο θερειγενές οἶδμα χαράσσων
ναιετάει, βυθίοιο διʼ ὕδατος ὑγρὸς ὁδίτης
μηκεδαναῖς γενύεσσιν· ἐπʼ αἰγιαλοῖο δὲ βαίνει
αἰχμῇ καρχαρόδοντι διασχίζων ῥάχιν ὕλης,
καὶ διερὴν ἀχάρακτον ἔχων γένυν ἅρπαγα καρπῶν
μιμηλῇ δρεπάνῃ σταχυηφόρα λήια τέμνει,
ἀμητὴρ ἀσίδηρος ἀμαλλοφόρου τοκετοῖο·