# Διονυσιακά 26.245-294

Nonnus of Panopolis, Διονυσιακά, Book 26, lines 26.245-26.294. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/nonnus-of-panopolis/text/26.245

τοῖα μὲν ἑπταπόροιο φατίζεται εἴκελα Νείλου
Ἰνδῴου ποταμοῖο φέρειν μένος. οἱ δὲ λιπόντες
νήσων ἀγκύλα κύκλα καὶ ἕδρανα γείτονος Ἰνδοῦ
ἄνδρες ἐθωρήσσοντο μαχήμονες, ὦν πρόμος ἀνὴρ
Ῥίγβασος ἡγεμόνευεν, ἔχων ἴνδαλμα Γιγάντων.
οὐδὲ γέρων Ἄρητος ἐλείπετο Δηριαδῆος
εἰς ἐνοπὴν καλέοντος, ἀνὴρ βαρύς· ἀλλὰ καθάψας
χαλκοβαρῆ λασίοιο κατὰ στέρνοιο χιτῶνα
γηραλέου κούφιζεν ὑπὲρ νώτοιο βοείην,
αὐχένι κυρτωθέντι περικρεμάσας τελαμῶνα.
καὶ στρατιὴν θώρηξεν ἀναγκαῖος πολεμιστὴς
πέντε σὺν υἱήεσσι, Δύκῳ καὶ ὁμήλυδι Μύρσῳ,
Γλαύκῳ καὶ Περίφαντι καὶ ὀψιγόνῳ Μελανῆι.
καὶ πολιὴν πλοκαμῖδα περισφίγξας τρυφαλείῃ
λαιὸν ἐυτροχάλοιο μετέστιχε δηιοτῆτος,
δεξιτερὸν πολέμοιο κέρας τεκέεσσιν ἐάσας,
οὓς φύσις ἀφθόγγων στομάτων σφρηγίσσατο δεσμῷ,
γλῶσσαν ὑποσφίγξασα σοφῆς ὀχετηγὸν ἰωῆς·
ὁππότε γὰρ θαλάμοιο παρὰ φλιῇσι χορεύων
Λαοβίην ζυγίοιο γάμου πιστώσατο θεσμῷ
παιδογόνοις Ἄρητος ὁμιλήσας ὑμεναίοις,
ἔνθεον ἔπλετο θάμβος, ἐπεὶ γαμίῳ παρὰ βωμῷ
νυμφοκόμῳ πεπόνητο θυηπολέων Ἀφροδίτῃ
νυμφίος ἀρτιχόρευτος, ἐν εὐύμνῳ δὲ μελάθρῳ
δοῦπον ἀνακλάγξασα λεχώιον ἀνθερεῶνος
μάντις ἐπεσσομένων ἐβαρύνετο πουλυτόκος σῦς,
ἀλλοίην καὶ ἄπιστον ἐλαφρίζουσα λοχείην,
καὶ νεπόδων ὤδινε νόθον γένος, ἐκ λαγόνων δὲ
ὑγρὴν ἰχθυόεσσαν ἀνηκόντιζε γενέθλην,
ἀντὶ τόκου χθονίοιο λοχευσαμένη τόκον ἅλμης.
καὶ συὸς ἰχθυγόνοιο πολύστομος ἵπτατο Φήμη
λαὸν ἀολλίζουσα· πολυσπερέες δὲ πολῖται
χερσαίην πολύτεκνον ἐθηήσαντο γενέθλην,
ἰσοφυὲς μίμημα θαλασσοτόκοιο λοχείης.
μαντιπόλον δʼ ἐρέεινε θεηγόρον· εἰρομένῳ δὲ
ἐσσομένην θέσπιζεν ἀφωνήτων στίχα παίδων,
εἰναλίης ἴνδαλμα λιπογλώσσοιο γενέθλης.
καὶ τότε μάντις ἔλεξε προάγγελα θέσφατα κεύθειν,
ὄφρά κεν ἱλάσκοιτο τανύπτερον υἱέα Μαίης,
γλώσσης ἡγεμονῆα, σοφῆς ἰθύντορα φωνῆς.
Λαοβίη δʼ ὤδινεν, ἀμοιβαίῃ δὲ λοχείῃ
τίκτε συὸς βρεφέεσσιν ἰσηρίθμων στίχα παίδων,
ἰχθύσιν ἀφθόγγοισιν ἐοικότας, οὓς μετὰ νίκην
Βάκχος ἄναξ ἐλέαιρε, λιποφθόγγων δʼ ἀπὸ λαιμῶν
γλώσσης δεσμὸν ἔλυσε, καὶ ἤλασεν ἥλικα σιγήν,
φωνὴν δʼ ὀψιτέλεστον ἐπεξύνωσεν ἑκάστῳ.
τοῖσι συνεστρατόωντο φερεσσακέες πολεμισταί,
οἵ τε Πύλας ἐνέμοντο καὶ οἳ λάχον ἐγγύθεν Εὕρου
ναιομένην Εὔκολλα, μαχήμονος ἔνδιον Ἠοῦς,
καὶ ζαθέην Γορύανδιν ἐύσπορον αὔλακα γαίης.

---

Nonnus of Panopolis, Διονυσιακά, ed. W.H.D. Rouse. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2045.tlg001.local001/.
