# Διονυσιακά 26.295-347

Nonnus of Panopolis, Διονυσιακά, Book 26, lines 26.295-26.347. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/nonnus-of-panopolis/text/26.295

τοῖς δʼ ἐπὶ θωρήχθησαν, ὅσοι λάχον ἄντυγας Οἴτης,
μητέρα δενδρήεσσαν ἀμετροβίων ἐλεφάντων,
οἷς φύσις ὤπασε κύκλα διηκοσίων ἐνιαυτῶν
ζώειν ἀενάοιο χρόνου πολυκαμπέι νύσσῃ,
ἠὲ τριηκοσίων· καὶ βόσκεται ἄλλος ἐπʼ ἄλλῳ,
ἐκ ποδὸς ἀκροτάτου μελανόχροος ἄχρι καρήνου·
γναθμοῖς μηκεδανοῖσιν ἔχων προβλῆτας ὀδόντας
δίζυγας, ἀμητῆρι τύπῳ γαμψώνυχος ἅρπης,
θηγαλέῳ τμητῆρι, διαστείχει στίχα δένδρων
ποσσὶ τανυκνήμοισιν· ἔχων δʼ ἴνδαλμα καμήλων
καὶ λοφίην ἐπίκυρτον, ἑῷ πολυχανδέι νώτῳ
ἑσμὸν ἄγει νήριθμον ἐπασσυτέρων ἐλατήρων,
δινεύων στατὸν ἴχνος ἀκαμπέι γούνατος ὁλκῷ,
καὶ τύπον εὐρυμέτωπον ἐχιδναίοιο καρήνου,
αὐχένα βαιὸν ἔχων κυρτούμενον· εἷλε δὲ λεπτὸν
ὄμμασιν ἰσοτύποισι συῶν ἴνδαλμα προσώπου,
ὑψιφανής, περίμετρος· ἑλισσομένου δὲ πορείῃ
οὔατα μὲν λιπόσαρκα, παρήορα γείτονι κόρσῃ,
λεπταλέων ἀνέμων ὀλίγῃ ῥιπίζεται αὔρῃ·
πυκνὰ δὲ μαστίζουσα δέμας νωμήτορι παλμῷ
λεπτοφυὴς ἐλάχεια τινάσσεται ἄστατος οὐρή.
πολλάκι δʼ ἐν πολέμοισι γένυν προβλῆτα τινάσσων
ἀνέρι ταυροκάρηνος ἐπέχραεν ἠλίβατος θήρ,
ξείνην καρχαρόδοντα φέρων ἑτερόστομον ἅρπην,
δινεύων ἑκάτερθε γενειάδος ἔμφυτον αἰχμήν·
πολλάκι δʼ εὐθώρηκα μετάρσιον ἀσπιδιώτην
ὄρθιον ἠέρταζε πεπαρμένον ἅρπαγι λαιμῷ,
ἄνδρα δὲ καρχαρόδοντι κατεπρήνιξεν ἀκωκῇ
καὶ νέκυν αὐτοκύλιστον ἐπὶ στροφάλιγγι κονίης
ὑψόθεν ἠκόντιζε παλινδίνητον ἀλήτην,
αἰθύσσων ἑλικηδὸν ἴτυν σκολιοῖο γενείου
κάρχαρον ἔνθα καὶ ἔνθα παρὰ προβολῇσιν ὀδόντων
ἀντίτυπον σπειρηδὸν ἐχιδνήεσσιν ἀκάνθαις,
ἄχρι ποδῶν τανύων κεχαραγμένον ἆορ ὀδόντων.
τοὺς μὲν ἄναξ Διόνυσος ἄγων μετὰ φύλοπιν Ἰνδῶν
Καυκασίην παρὰ πέζαν Ἀμαζονίου ποταμοῖο
εἰς φόβον εὐπήληκας ἀνεπτοίησε γυναῖκας,
ἠλιβάτων λοφίῃσιν ἐφεδρήσσων ἐλεφάντων.
ἀλλὰ τὰ μὲν μετὰ δῆριν. ἐς ὑσμίνην δὲ Λυαίου
Δηριάδῃ καλέοντι τότε πρόμος ἦλθε Πυλοίτης,
ὀρθοπόδην ἐλέφαντα κατὰ κλόνον ἡνιοχεύων,
καλλιτόκου Μαραθῶνος Ἀρειμανὲς αἷμα γενέθλης·
καί οἱ ἐς ὑσμίνην ἑτερόθροος ἕσπετο γείτων
λαὸς ἐυκρήδεμνον Ἐριστοβάρειαν ἐάσας.
Δερβίκων δὲ γένεθλα συνέσπετο Δηριαδῆι
Αἰθίοπές τε Σάκαι τε καὶ ἔθνεα ποικίλα Βάκτρων,
καὶ πολὺς οὐλοκόμων Βλεμύων στρατός. ἀλλοφανῆ δὲ
Αἰθίοπες μεθέπουσι τύπον τεχνήμονα χάρμης·
ἵππου γὰρ φορέοντες ὀλωλότος ἄντυγα κόρσης
ψευδόμενοι κρύπτουσιν ἀληθέα κύκλον ὀπωπῆς,
καὶ κεφαλὴν βροτέην ἑτέρῳ σφίγγουσι προσώπῳ,
ἄπνοον ἀσκήσαντες ἐς ἔμπνοον, ἐν δὲ κυδοιμοῖς
δήιον ἀγνώσσοντα νόθῳ κλονέουσι καρήνῳ·

---

Nonnus of Panopolis, Διονυσιακά, ed. W.H.D. Rouse. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2045.tlg001.local001/.
