Ancient Greek · ~5 min
Book 26, lines 26.348-26.378
Nonnus of Panopolis, Διονυσιακά 26.348-378
Not analysed yet
καὶ πρόμος ἐκ στομάτων ἀπατήλιον ἦχον ἰάλλει,
ἵππιον ἀνδρομέῃ προχέων χρεμετισμὸν ἰωῇ.
οἱ μὲν ἀολλίζοντο καλεσσαμένου βασιλῆος.
πάντων δʼ ἡγεμόνευεν ἐς Ἄρεα κοίρανος Ἰνδῶν,
ὃν διερῇ φιλότητι πατὴρ ἔσπειρεν Ὑδάσπης,
Ἀστρίδος εὐώδινος ὁμιλήσας ὑμεναίοις,
κούρης Ἠελίοιο. φάτις δέ τις, ὅττί ἑ μήτηρ
νηιὰς Ὠκεανοῖο γένος τεκνώσατο Κητώ,
ἥν ποτε παφλάζοντι διερπύζων περὶ παστῷ
νυμφίος ὑδατόεντι γάμῳ πήχυνεν Ὑδάσπης
γνήσιον αἷμα φέρων Τιτήνιον· ἀρχεγόνων γὰρ
ἐκ λεχέων Θαύμαντος ἐγείνατο δίζυγα φύτλην
Ἠλέκτρη ῥοδόπηχυς ὁμευνέτις, ἧς ἀπὸ λέκτρων
καὶ ποταμὸς βλάστησε καὶ ἄγγελος Οὐρανιώνων,
Ιρις ἀελλήεσσα καὶ ὠκυρέεθρος Ὑδάσπης,
ἡ μὲν ἐπεντύνουσα ποδῶν δρόμον, ὃς δὲ ῥοάων·
ἄμφω δʼ ἀντικέλευθον ἴσην μεθέπουσι πορείην,
Ἶρις ἐν ἀθανάτοισι καὶ ἐν ποταμοῖσιν Ὑδάσπης.
τόσσος ἄρα στρατὸς ἦλθε· πόλις δʼ ἐστείνετο λαῷ·
καὶ στίχες εὐπήληκες ἐμιτρώθησαν ἀίταις,
τετραπόρων πλήσαντες ἐν ἄστεϊ κύκλα κελεύθων·
οἱ μὲν ἐπὶ τριόδοισιν ἐπήτριμοι, οἱ δʼ ἐνὶ βόθροις,
ἄλλοι δʼ ἠλιβάτοιο πρὸ τείχεος, οἱ δʼ ἐπὶ πύργων
νήδυμον ὕπνον ἴαυον ἀκοντοφόρων ἐπὶ λέκτρων.
ἡγεμόνων δὲ φάλαγγας ἑῷ ξείνισσε μελάθρῳ
Δηριάδης, καὶ πάντες ἀμοιβαίων ἐπὶ θώκων
ξεινοδόκῳ βασιλῆι μιῆς ἥπτοντο τραπέζης.
τοῖσι μὲν ἕσπερα δεῖπνα καὶ ἐννυχίου πτερὸν Ὕπνου
μέμβλετο, καὶ στρατὸς εὗδεν ἐνόπλιος Ἄρεϊ γείτων·
ἐγρεμόθῳ δʼ εὕδοντες ἐφωμίλησαν ὀνείρῳ,
μιμηλὴν Σατύροισιν ἀναστήσαντες Ἐνυώ.