# Διονυσιακά 27.148-200

Nonnus of Panopolis, Διονυσιακά, Book 27, lines 27.148-27.200. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/nonnus-of-panopolis/text/27.148

καὶ πισύρων ἀνέμων φλογερῆς ἀντώπιον Ἠοῦς
τέτραχα τεμνομένην στρατιὴν ἐστήσατο Βάκχων·
πρώτην μὲν βαθύδενδρα παρὰ σφυρὰ κυκλάδος Ἄρκτου,
ἧχι πολυσπερέων ποταμῶν πεφορημένον ὁλκῷ
Καυκασίου σκοπέλοιο Διιπετὲς ἔρχεται ὕδωρ,
τὴν αὐτὴν παρὰ πέζαν, ὅπῃ περιμήκεϊ πορθμῷ
χεῦμα παλινδίνητον ἄγει βαρύδουπος Ὑδάσπης·
τὴν ἑτέρην δὲ φάλαγγα συνήρμοσεν, ὁππόθι γαίης
μεσσατίης στεφανηδὸν ἐς ἑσπέριον κλίμα νεύων
δίστομος οὺρεσίφοιτος ἑὸν ῥόον Ἰνδὸς ἑλίσσει,
χεύμασιν ἀμφίζωστον ἐπιστέψας Παταλήνην·
καὶ τριτάτην κόσμησεν, ὅπῃ νοτίῳ παρὰ κόλπῳ
κύματι πορφύροντι μεσημβριὰς ἕλκεται ἅλμη·
καὶ στρατιὴν εὔχαλκον ἄναξ ἔστησε τετάρτην
ἀντολίης ὑπὸ πέζαν, ὅθεν δονακῆα διαίνων
στέλλεται εὐόδμοισι κατάρρυτος ὕδασι Γάγγης.
κεκριμένης δὲ φάλαγγος ἐυκνήμιδος ἑκάστης
τέσσαρας εὐπήληκας ἐκόσμεεν ἡγεμονῆας,
καὶ στρατὸν ὀτρύνων λαοσσόον ἴαχε φωνήν·
Βασσαρίδες, καὶ δεῦρο χορεύσατε, δυσμενέων δὲ
κτείνατε βάρβαρα φῦλα, καὶ ἔγχεσι μίξατε θύρσους,
μίξατε καὶ ξιφέεσσι· καὶ ἠθάδος ἀντὶ τραπέζης
σάλπιγξ ἐγρεκύδοιμος ἐμοῖς Σατύροισι γενέσθω
πηκτὶς ἐμή· χλοερὴ δὲ καταιχμάζουσα σιδήρου
δούρατα νικήσειεν ἀκαχμένα φυλλὰς ὀπώρη·
ἀντὶ δὲ νυκτελίοιο χοροστασίης Διονύσου
αὐλὸς ἐμὸς φθέγξαιτο μετάτροπον ὕμνον Ἐνυοῦς,
τερψινόου Βρομίοιο λιπὼν ἐπιδόρπιον Ἠχώ.
εἰ μὲν ἐμοὶ γόνυ δοῦλον ὑποκλίνειεν Ὑδάσπης
μηδὲ πάλιν Βάκχοισι παλίγκοτον οἶδμα κορύσσῃ,
ἔσσομαι εὐάντητος, ὅλον δέ οἱ ἀγλαὸν ὕδωρ
χεύμασι ληναίοισιν ἐς Εὔιον οἶνον ἀμείψω,
τεύχων λαρὰ ῥέεθρα, καὶ ἀγριάδος λόφον ὕλης
μιτρώσω πετάλοισι καὶ ἀμπελόεντα τελέσσω·
εἰ δὲ πάλιν προχοῇσιν ἀλεξικάκοισιν ἀρήξει
Ἰνδοῖς κτεινομένοισι καὶ υἱέι Δηριαδῆι,
ἀνδροφυὴς κερόεσσαν ἔχων ποταμηίδα μορφήν,
χεῦμα γεφυρώσαντες ὑπερφιάλου ποταμοῖο
ἴχνεσιν ἀβρέκτοισιν ὁδεύσατε δίψιον ὕδωρ,
καὶ γυμνῇ ψαμάθῳ πατέων αὐχμηρὸν Ὑδάσπην
πεζὸς ὄνυξ εὔιππος ἐπιξύσειε κονίην.
εἰ δὲ πολυπτοίητος Ἀρειμανέων πρόμος Ἰνδῶν
αἰθερίου Φαέθοντος ἀπόσπορός ἐστι γενέθλης,
καὶ Φαέθων πυρόεσσαν ἐμοὶ στήσειεν Ἐνυώ,
θυγατέρος κερόεσσαν ἑῆς ὠδῖνα γεραίρων,
γνωτὸν ἐμοῦ Κρονίδαο πάλιν Φαεθοντίδι χάρμῃ
πόντιον ὑδατόεντα πυρὸς σβεστῆρα κορύσσω·
Θρινακίην δʼ ἐπὶ νῆσον ἐλεύσομαι, ὁππόθι ποῖμναι
καὶ βόες αἰθερίοιο πυραυγέος Ἡνιοχῆος,
ἠελίου δὲ θύγατρα, δορικτήτην ἅτε κούρην,
Λαμπετίην ἀέκουσαν ὑπὸ ζυγὰ δούλια σύρω,
ὄφρα γένυ κλίνειε· καὶ εἰς ὄρος Ἀστρὶς ἀλάσθω,
μυρομένη βαρύδεσμον ὀπάονα Δηριαδῆα·

---

Nonnus of Panopolis, Διονυσιακά, ed. W.H.D. Rouse. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2045.tlg001.local001/.
