Ancient Greek
Book 27, lines 27.201-27.249
Nonnus of Panopolis, Διονυσιακά 27.201-249
Not analysed yet
ἐλθέτω, ἢν ἐθέλῃ, μετανάστιος εἰς χθόνα Κελτῶν,
ὄφρα φυτὸν γεγαυῖα σὺν Ἡλιάδεσσι καὶ αὐτὴ
πυκνὰ φιλοθρήνοισιν ἐπικλαύσειε ῥεέθροις.
σπεύσατέ μοι καὶ κύκλα μελαρρίνοιο προσώπου
Ἰνδῶν ληιδίων λευκαίνετε μύστιδι γύψῳ,
καὶ θρασὺν ἀμπελόεντι περιπλεχθέντα κορύμβῳ
νεβρίδα χαλκοχίτωνι καθάψατε Δηριαδῆι·
καὶ Βρομίῳ γένυ δοῦλον ὑποκλίνων μετὰ νίκην
Ἰνδὸς ἄναξ ῥίψειεν ἑὸν θώρηκα θυέλλαις,
κρείσσονι λαχνήεντι δέμας θώρηκι καλύπτων,
καὶ πόδα πορφυρέοισι περισφίγξειε κοθόρνοις
ἀργυρέας ἀνέμοισιν ἑὰς κνημῖδας ἐάσας,
καὶ μετὰ φοίνια τόξα καὶ ἠθάδος ἔργα κυδοιμοῦ
ὄργια νυκτιχόρευτα διδασκέσθω Διονύσου,
βάρβαρα δινεύων ἐπιλήνια βόστρυχα χαίτης.
δυσμενέων δὲ κάρηνα κομίσσατε σύμβολα νίκης
Τμῶλον ἐς ἠνεμόεντα, πεπαρμένα μάρτυρι θύρσῳ.
πολλὰς δʼ ἐκ πολέμοιο μεταστήσω στίχας Ἰνδῶν
ζωγρήσας μετʼ Ἄρηα, παρὰ προπύλαια δὲ Λυδῶν
πήξω μαινομένοιο κεράατα Δηριαδῆος.
ὥς φάμενος θάρσυνεν· ἐπερρώοντο δὲ Βάκχαι,
Σειληνοὶ δʼ ἀλάλαζον Ἀρηιφίλης μέλος Ἠχοῦς
καὶ Σάτυροι κελάδησαν ὁμοφθόγγων ἀπὸ λαιμῶν·
καὶ τυπάνου κελάδοντος ὁμόθροος ἔβρεμεν ἠχὼ
φρικαλέον μύκημα, φιλοκροτάλων δὲ γυναικῶν
χερσὶν ἀμοιβαίῃσιν ἀράσσετο δίκτυπος ἠχώ·
καὶ νομίη Φρύγα ῥυθμὸν ἀγέστρατος ἴαχε σύριγξ.
καὶ στρατιῆς προκέλευθος ἐπιβρίθουσα κυδοιμῷ
Μυγδονίη μάρμαιρε διʼ ἠέρος ἁλλομένη φλόξ,
Βακχείην πυρόεσσαν ἀπαγγέλλουσα λοχείην·
Σειληνοῦ δὲ γέροντος ἀπʼ εὐκεράοιο μετώπου
μαρμαρυγὴ σελάγιζεν· ὀρεσσαύλοιο δὲ Βάκχης
δέσμιος ἀπλέκτοισι δράκων ἐσφίγγετο χαίταις·
καὶ Σάτυροι πολέμιζον· ἐλευκαίνοντο δὲ γύψῳ
μυστιπόλῳ, καὶ φρικτὸν ἐπῃώρητο παρειαῖς
ψευδομένου νόθον εἶδος ἀφωνήτοιο προσώπου.
καί τις ἐπʼ ἀντιβίοισι μεμηνότα τίγριν ἱμάσσων
δίφρα διεπτοίησεν ὁμοζυγέων ἐλεφάντων·
καὶ πολιὸς κεκόρυστο Μάρων ἑλικώδεϊ θαλλῷ,
ἡμερίδων ὄρπηκι διασχίζων δέμας Ἰνδῶν
μαρναμένων. —καὶ πάντες, ὅσοι ναετῆρες Ὀλύμπου,
Ζηνὶ παρεδριόωντες ἔσω θεοδέγμονος αὐλῆς
πασσυδὸν ἠγορόωντο πολυχρύσων ἐπὶ θώκων.
τοῖσι δὲ δαινυμένοισιν ἀπὸ κρητῆρος ἀφύσσων
εὐχαίτης γλυκὺ νέκταρ ἐῳνοχόει Γανυμήδης.
οὐ τότε γὰρ Τρώεσσιν Ἀχαιικὸς ἔβρεμεν Ἄρης,
ὡς πάρος ὄφρα κύπελλα πάλιν μακάρεσσι κεράσσῃ
ἥβη καλλιέθειρα, καὶ ἀθανάτων ἑκὰς εἴη
Τρώιος οἰνοχόος, μὴ πατρίδος οἶτον ἀκούσῃ.