# Διονυσιακά 27.250-298

Nonnus of Panopolis, Διονυσιακά, Book 27, lines 27.250-27.298. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/nonnus-of-panopolis/text/27.250

τοῖσι συναγρομένοις ἀγορήσατο μητίετα Ζεύς,
ἔννεπε δʼ Ἀπόλλωνι καὶ Ἡφαίστῳ καὶ Ἀθήνῃ·
ἄξονος ὀμφαίοιο θεηγόρε κοίρανε Πυθοῦς,
τοξοσύνης σκηπτοῦχε, σελασφόρε, σύγγονε Βάκχου,
μνώεο Παρνησσοῖο καὶ ὑμετέρου Διονύσου·
ἄμπελος οὔ σε λέληθεν ἐφήμερος· οἶσθα καὶ αὐτὴν
ἀμφοτέρων σκοπέλων διδυμάονα μύστιδα πεύκην·
ἀλλὰ κασιγνήτοιο τεοῦ προμάχιζε Λυαίου,
Βασσαρίδων ἐπίκουρος Ὀλύμπια τόξα τιταίνων·
Παρνησσοῦ δὲ γέραιρε τεὴν ξυνήονα πέτρην,
ὁππόθι κωμάζουσα χοροίτυπος ἴαχε Βάκχη,
σοὶ μέλος ἐντύνουσα καὶ ἀγρύπνῳ Διονύσῳ,
Δελφικὸν ἀμφοτέροισιν ὁμόζυγον ἁψαμένη πῦρ.
μνώεο σῆς, κλυτότοξε, λεοντοφόνοιο Κυρήνης·
δὸς χάριν ἀμφοτέροισι, καὶ Ἀγρέι καὶ Διονύσῳ·
ὡς Νόμιος Σατύρων νομίων προμάχιζε γενέθλης.
Ἥρης ζῆλον ἄλαλκε βαρύφρονα, μή ποτε Φοίβου
μητρυιὴ γελάσειε Διωνύσοιο φυγόντος,
ἥ τις ἐμῶν μεθέπουσα χόλον καὶ ζῆλον ἐρώτων
αἰὲν ἐμοῖς τεκέεσσι κορύσσεται· οὔ σε διδάξω
μητέρος ὑμετέρης λόχιον πόνον, ἡνίκα παίδων
δίζυγα φόρτον ἔχουσα πολύπλανος ἤιε Λητώ,
κέντροις παιδογόνοισιν ἱμασσομένη τοκετοῖο,
ὁππότε Πηνειοῖο φυγὰς ῥέος, ὁππότε Δίρκη
μητέρα σὴν ἀπέειπεν, ὅτε δρόμον εἶχε καὶ αὐτὸς
Ἀσωπὸς βαρύγουνος ὀπίστερον ἴχνος ἐλίσσων,
εἰσόκε Δῆλος ἄμυνε μογοστόκος, εἰσόκε Λητὼ
οὐτιδανοῖς πετάλοισι γέρων μαιώσατο φοῖνιξ.
καὶ σύ, Διὸς πατέρος καὶ μητέρος ἄτρομε κούρη,
γνωτῷ, Παλλάς, ἄμυνε τεῆς κοσμήτορι πάτρης·
ῥύεο σοὺς ναετῆρος ἐφεσπομένους Διονύσῳ,
μηδὲ τεοῦ Μαραθῶνος ὀλωλότα τέκνα νοήσῃς·
ἀκταίης δὲ γέραιρε φερέπτολιν ὄζον ἐλαίης·
Ἰκαρίῳ δὲ γέροντι χαρίζεο· καὶ γὰρ ἐκείνῳ
δώσει ποικιλόβοτρυς ἑὴν Διόνυσος ὀπώρην·
μνώεο Τριπτολέμοιο καὶ εὐαρότου Κελεοῖο,
μὴ ταλάρους γονόεντας ἀτιμήσῃς Μετανείρης·
καὶ γὰρ ἀοσσητῆρος ἐρισταφύλου σέο Βάκχου
Ζεὺς γονόεις ὠδῖνα πατὴρ ἐγκύμονι μηρῷ,
θηλυτέρην δʼ ἐλόχευσε τεὴν ὠδῖνα καρήνῳ.
ἀλλὰ τεὴν δονέουσα γενέθλιον ἥλικα λόγχην,
αἰγίδα δʼ αἰθύσσουσα κυβερνήτειραν Ἐνυοῦς,
γίνεό μοι Σατύροισι βοηθόος, ὅττι καὶ αὐτοὶ
αἰγὸς ὀρεσσινόμου λασίους φορέουσι χιτῶνας·
καὶ θεὸς ἀγρονόμων, νομίης σύριγγος ἀνάσσων,
αἰγίδος ὑμετέρης ἐπιδεύεται αἰγίβοτος Πάν,
ὃς πρὶν ἀσυλήτοισιν ἐμοῖς σκήπτροις συνερίζων
μάρνατο Τιτήνεσσι, γαλακτοφόρου δὲ τιθήνης
αἰγὸς Ἀμαλθείης ὀρεσίδρομος ἔπλετο ποιμήν·

---

Nonnus of Panopolis, Διονυσιακά, ed. W.H.D. Rouse. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2045.tlg001.local001/.
