# Διονυσιακά 28.143-190

Nonnus of Panopolis, Διονυσιακά, Book 28, lines 28.143-28.190. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/nonnus-of-panopolis/text/28.143

καί τινα μῦθον ἔειπεν Ἀρήια δάκρυα λείβων·
ἄλλην εἰσέτι χεῖρα λιλαίομαι, ὄφρα τελέσσω
τριχθαδίαις παλάμῃσιν ἐπάζια Τριτογενείης·
ἔμπης καὶ μετὰ χεῖρας ἀνάρσιον ἄνδρα διώξω·
τοῦτό μοι ἠνορέης ἔτι λείψανον, ὄφρά τις εἴπῃ
εὖχος Ἀθηναίων περιδέξιον, ὅττι καὶ αὐτοῖς
ποσσὶν ἀριστεύουσι δαϊζομένων παλαμάων.
ὣς εἰπὼν προμάχοισιν ἐπέδραμεν εἴκελος αὔραις,
ὑσμίνην ἀσίδηρον ἐπεντύνων ὀλετῆρι.
οἱ δέ μιν ἀθρήσαντες ἐθάμβεον ἄλλος ἐπʼ ἄλλῳ,
καὶ πρόμον ἡμιτέλεστον ἐκυκλώσαντο μαχηταὶ
ἀμφιλαφεῖς· ὁ δὲ μοῦνος ἀφειδέι δέκτο μαχαίρῃ
πληγὴν ἀλλοπρόσαλλον ἀμοιβαίοιο σιδήρου·
καὶ μόγις εἰς χθόνα πῖπτεν· ἔην δέ τις Ἄρεος εἰκὼν
ὀψιγόνῳ ναετῆρι φυλασσομένη γενετῆρα.
οὐ τότε μοῦνος ὅμιλος ἐτέμνετο πεζὸς ὁδίτης,
ἀλλὰ καὶ ἱππήεσσιν ἔην φόνος· ἔστιχε δʼ ἄλλος
ἄλλῳ πότμον ἄγων· ἐλατὴρ δʼ ἐλατῆρα κιχήσας,
ἤ προτέρω φεύγοντι μετάφρενα δουρὶ δαΐζων,
ἢ σχεδὸν ἀντιόωντα κατὰ στέρνοιο τυχήσας,
ἱππόθεν ἀρτιδάικτον ἀπεστυφέλιξε κονίῃ.
καί τις ὑπὲρ λαπάρην βεβολημένος ἵππος ὀιστῷ
εἰς πέδον ἠκόντιζεν ἀπόσσυτον ἡνιοχῆα,
οἷος ἀερσιπότητος ἀλήμονι σύνδρομος αὔρῃ
Πήγασος ὠκυπέτης ἀπεσείσατο Βελλεροφόντην·
ἄλλος ἐριπτοίητος ὀλισθηρῶν ἀπὸ νώτων
ὄρθιος ἱππείης διὰ γαστέρος εἰς χθόνα πίπτων
κύμβαχος ἐστήρικτο παρήορος, ἀμφί δὲ γαίῃ
κρᾶτα βαλὼν ἐκύλισσε, λιπὼν πόδας εἰς ῥάχιν ἵππου.
καὶ βριαροὶ Κύκλωπες ἐκυκλώσαντο μαχητάς,
Ζηνὸς ἀοσσητῆρες· ὀμιχλήεντι δὲ λαῷ
Ἀργίλιπος σελάγιζε φεραυγέα δαλὸν ἀείρων.
καί χθονίῳ κεκόρυστο πυριγλώχινι κεραυνῷ
μαρνάμενος δαΐδεσσι· καὶ ἔτρεμον αἴθοπες Ἰνδοὶ
οὐρανίῳ πρηστῆρι τεθηπότες ἀντίτυπον πῦρ·
καὶ πυρόεις πρόμος ἦεν· ἐπʼ ἀντιβίων δὲ καρήνοις
γηγενέος σπινθῆρες ἐτοξεύοντο κεραυνοῦ·
καὶ μελίας νίκησε καὶ ἄσπετα φάσγανα Κύκλωψ,
σείων θερμὰ βέλεμνα καὶ αἰθαλόεσσαν ἀκωκήν,
δαλὸν ἔχων ἅτε τόξα· καὶ ἄσπετον ἄλλον ἐπʼ ἄλλῳ
Ἰνδόν ὀιστευτῆρι κατέφλεγεν ἀνέρα πυρσῷ,
οὐχ ἕνα Σαλμωνῆα, νόθῳ δʼ ἤλεγξε κεραυνῷ·
οὐχ ἕνα μοῦνον ἔπεφνε θεημάχον· οὐ μία μούνου
Εὐάδνη στενάχιζε μαραινομένου Καπανῆος.
καὶ Στερόπης κεκόρυστο σέλας μιμηλὸν ἑλίσσων,
αἰθερίαις στεροπῇσι φέρων ἀντίκτυπον αἴγλην,
σβεστόν ἔχων ἀμάρυγμα, τό περ τέκεν Ἑσπερίη φλόξ,
σπέρμα πυρὸς Σικελοῖο καὶ αἴθοπος ἐσχαρεῶνος·

---

Nonnus of Panopolis, Διονυσιακά, ed. W.H.D. Rouse. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2045.tlg001.local001/.
