# Διονυσιακά 28.296-330

Nonnus of Panopolis, Διονυσιακά, Book 28, lines 28.296-28.330. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/nonnus-of-panopolis/text/28.296

τοῖον ἔχων μιμηλὸν ἐνόπλιον ἅλμα χορείης
χαλκοχίτων ἐλέλιζε Μίμας ἀνεμώδεα λόγχην·
τέμνων δʼ ἐχθπὰ κάρηνα, σιδήρεα λήια χάρμης,
Ἰνδοφόνοις πελέκεσσι καὶ ἀμφιπλῆγι μαχαίρῃ
δυσμενέων ἐτίταινε θαλύσια μάρτυρι Βάκχῳ,
ἀντὶ θυηπολίης βοέης καὶ ἐθήμονος οἴνου
λοιβὴν αἱματοεσσαν ἐπισπένδων Διονύσῳ.
καὶ ποδὸς ἀσταθέος κυκλούμενος ἴδμονι ταρσῷ,
σύνδρομος Ὠκυθόῳ κορυθαιόλος ἤιεν Ἄκμων·
μάρνατο δʼ ἀστυφέλικτος ἄτε σφυρήλατος ἄκμων,
ἀσπίδα κουφίζων Κορυβαντίδα, τῆς ἐνὶ μέσσῳ
πολλάκις ὕπνον ἴαυεν ἐν οὔρεσι νημίαχος Ζεύς·
καὶ Διὸς οἶκος ἔην ὀλίγον σπέος, ἔνθά ἑ κείνη
αἴξ ἱερὴ γλαγόεντι νόθῳ μαιώσατο μαζῷ,
ξεῖνον ἀναβλύζουσα σοφὸν γλάγος, εὖτε βοείη
κλεψιτόκοις πατάγοισι σακέσπαλον ἔβρεμεν Ἠχώ,
τυπτομένη μέσα νῶτα κυβιστητῆρι σιδήρῳ.
ὧν χάριν ἀσκήσασα λίθον ψευδήμονα Ῥείη
ἀντίδοτον Κρονέδαο Κρόνου παρέθηκε τραπέζῃ.
Ὀξυφαὴς δʼ Ἰδαῖος ἐδύσατο κῶμον Ἐνυοῦς,
ὀρχηστὴρ πολέμοιο πολύτροπον ἴχνος ἑλίσσων,
ἄσχετος Ἰνδοφόνοιο μόθου δεδονημένος οἴστρῳ.
καὶ ζοφερὴν στίχα πᾶσαν ἀνεπτοίησε Μελισσεύς,
θάρσος ἔχων ἀδόνητον· ἐπωνυμίην δὲ φυλάσσων
φρικτὰ κορυσσομένης μιμήσατο κέντρα μελίσσης·
καὶ βαλίου Κουρῆτος ἀκοντιστῆρα τιταίνων
μάρμαρον ἀντιπόροιο Μελισσέος ἤμβροτε Μορρεύς,
ἤμβροτεν· οὐ γὰρ ἔοικε μύλῳ Κορύβαντας ὀλέσσαι.
Ξυνὴν δʼ εἰς ἓν ἰόντες ὁμόζυγον εἶχον Ἐνυὼ
Ἄρεος ὀρχηστῆρες ἀτερπἐος· ἀμφὶ δὲ δίφρῳ
Δηριάδην στεφανηδὸν ἐμιτρώσαντο βοείαις
τεύχεα πεπλήγοντες, ἐν εὐρύθμῳ δὲ κυδοιμῷ
πύργον ἐκυκλώσαντο φεπρεσσακέεσσι χορείαις.
ἠχὴ δʼ ἠερόφοιτος ἀνἐδραμεν εἰς Διὸς αὺλάς,
καὶ κτύπον ἀμφοτέρων ἐπεδείδιον εὔποδες Ὧραι.

---

Nonnus of Panopolis, Διονυσιακά, ed. W.H.D. Rouse. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2045.tlg001.local001/.
