# Διονυσιακά 29.100-145

Nonnus of Panopolis, Διονυσιακά, Book 29, lines 29.100-29.145. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/nonnus-of-panopolis/text/29.100

καὶ χροὸς ἐκτός ἐόντας ἰδὼν πώγωνας ὀιστοῦ
ἀσπάσιον λάχε θάρσος· ἀφʼ αἱμαλέοιο δὲ μηροῦ
λευκὸν ἐρευθομένου διδυμόχροον ἕλκος ἀφάσσων
φειδομέναις παλάμῃσιν ἀνείρυσεν ἄκρον ὀιστοῦ.
δάκρυα δʼ ἡβητῆρος ὀδυρομένοιο δοκεύων
ἀμφοτέροις κεχόλωτο, καὶ Ἄρεϊ καἰ Μελανῆι·
καὶ γλυκεροὺς ἱδρῶτας ἀποσμήξας Ὑμεναίου
μεμφομένοις στομάτεσσιν ὑποκρυφίην χέε φωνήν·
ἄμπελον ἔκτανε ταῦρος, Ἄρης Ὑμέναιον ὀλέσσει.
αἴθε δὲ πάντας ἔπεφνεν, ὅσους ἐκόρυσσα μαχητάς,
καλλείψας ἕνα μοῦνον ἀνούτατον· ἐν πολέμοις γὰρ
ποῖον ἄχος κλονέει με δαϊζομένοιο Καβείρου;
ὠτειλὴ Σατύρου πότε που, πότε Βάκχον ὀρίνῃ;
Σειληνὸς πεσέτω σταφυληκόμος· ἑσμὸς ἀλάσθω
Βασσαρίδων, καὶ μοῦνον ἀπήμονα παῖδα νοήσω.
ἱλήκοι κλυτότοξος· Ἀρισταίοιο πεσόντος
ποῖον ἐμοί ποτε πένθος, ἐυρραθάμιγγος ὀπώρης
κρείσσονα κικλήσκοντος ἑῆς ὠδῖνα μελίσσης;
οὐ τάχα μοι πέπρωτο φυγεῖν ποτε παιδὸς ἀνίην,
ὅττι πάλιν τάχα τοῦτον ὀλωλότα παῖδα γοήσω.
τίς βαρὺς ἀμφοτέροις φθόνος ἔχραεν; εἰ θέμις εἰπεῖν,
ηρη δερκομένη ζηλήμονι Βάκχον ὀπωπῇ
καὶ νέον ἀμητῆρα μελαρρίνοιο γενέθλης,
ἠιθέῳ φθονέουσα καὶ ἱμείροντι Λυαίῳ
ὥπλισε θοῦρον Ἄρηα βαλεῖν Ὑμέναιον ὀιστῷ,
Ἰνδῴην μεθέποντα νόθην ἄγνωστον ὀπωπήν,
ὄφρα νόον δυσέρωτος ἀνιήσειε Λυαίου.
ἀλλὰ βέλος τανύων ἢ φοίνια τόξα τιταίνω
ψευδαλέῳ Μελανῆι κορύσσομαι, ὄφρα τελέσσω
ποινὴν ἱμερόεντος ὀφειλομένην Ὑμεναίου.
αἴ κε θάνῃς, Ὑμέναιε, λιπὼν ἀτέλεστον Ἐνυώ,
χάζομαι ἐκ πολέμοιο καὶ οὐκέτι θύρσον ἀείρω.
δυσμενέας ξύμπαντας ἐγὼ ζώοντας ἐάσω,
ἀμήσας ἕνα φῶτα, τεὸν Μελανῆα φονῆα.
οὐ κτάνε Δηριάδης σε, καὶ εἰ κοτέει Διονύσῳ.
ἱλήκοις, Κυθέρεια· μετὰ θρασὺν υἱέα Μύρρης
μείλιχον ἄλλον Ἄδωνιν ἀμείλιχος ἤλασεν Ἄρης,
ἤλασε καὶ ῥοδέου χροὸς ἥψατο, καὶ διὰ μηροῦ
ἄρτι πάλιν κελάρυζεν ἐπὶ χθονὶ λύθρος Ἐρώτων·
ἀλλὰ τεῷ ποθέοντι χαριζομένη Διονύσῳ
πέμπέ μοι ἐνθάδε Φοῖβον ἀδελφεόν, ἴδμονα τέχνης
λυσιπόνου, καὶ κοῦρον ἀκέσσεται. ἴσχεο, φωνή·
Φοῖβον ἔα κατʼ Ὄλυμπον ἀκηδέα, μή μιν ὀρίνω
ἕλκεος ἱμερόεντος ἀναμνήσας Ὑακίνθου.
πέμπέ μοι, ἢν ἐθέλῃς, Παιήονα· κεῖνος ἱκέσθω·
ἄμμορός ἐστι πόθων, ἀλλότριός ἐστιν Ἐρώτων.

---

Nonnus of Panopolis, Διονυσιακά, ed. W.H.D. Rouse. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2045.tlg001.local001/.
