# Διονυσιακά 29.43-99

Nonnus of Panopolis, Διονυσιακά, Book 29, lines 29.43-29.99. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/nonnus-of-panopolis/text/29.43

ἀμφοτέρων ἐτύχησε βαλὼν Ὑμέναιος ὀιστῷ,
εἰς χρόα Δηριάδαο καὶ εἰς κραδίην Διονύσου.
ὣς φαμένου Βρομίοιο πολὺ πλέον ἥψατο χάρμης
ἱμερόεις Ὑμέναιος ἑκηβόλος, ᾧ ἔπι χαίρων
οἰστρήεις Διόνυσος ἐδύσατο μᾶλλον Ἐνυὼ
καἰ ζοφερὴν προθέλυμνον ὅλην ἐφόβησε γενέθλην·
καί τις ἰδὼν Διόνυσον ἀφειδέι λαίλαπι χάρμης
Ἰνδῴων ἀκόρητον ὀιστευτῆρα καρήνων
τοῖον ἔπος κατέλεξε φιλοκτεάνῳ Μελανῆι·
τοξότα, πῇ σέο τόξα καὶ ἠνεμόεντες ὀιστοί;
ἡμέας ἁβροχίτωνες ὀιστεύουσι γυναῖκες.
ἀλλὰ βέλος προΐαλλε μινυνθαδίῳ Διονύσῳ·
μή σε παραπλάγξειεν Ὀλύμπιον οὔνομα φήμης·
μὴ τρομέοις ποτὲ Βάκχον, ὃς ἐκ χθονίοιο τοκῆος
ὠκύμορον λάχεν αἷμα, Διὸς δʼ ἐψεύσατο φύτλην.
δεῦρο βέλος προΐαλλε καί, εἰς σκοπὸν αἴ κε τυχήσῃς,
δέχνυσαι ἄσπετα δῶρα βαθυπλούτου βασιλῆος,
αἴ κεν ἴδῃ Διόνυσον, ἀγήνορα παῖδα Θυώνης,
πυρκαϊῆς ἐπιβάντα τεῷ δμηθέντα βελέμνῳ·
ἓν δὲ βέλος λύσειεν ὅλον μόθον. ἀμφοτέροις δέ,
ὕδατι χεῖρας ἄειρε καὶ εὔχεο μητέρι Γαίη·
ῥέζειν δʼ ἀμφοτέροισι θυηπολίας μετὰ νίκην
ἀψεύστοις στομάτεσσιν ὑπόσχεο· καὶ παρὰ βωμῷ
ταυροφυὴς ἐχέτω κεραελκέα ταῦρον Ὑδάσπης,
γαῖα δὲ κυανέη μελανόχροον ἄρνα δεχέσθω.
ὣς εἰπὼν παρέπεισεν ὀιστοβόλον Μελανῆα,
ἄνδρα νοοπλανέων κτεάνων δεδονημένον οἴστρῳ·
αὐτὰρ ὁ σιγαλέος γυμνώσατο πῶμα φαρέτρης
ἰὸν ἑλὼν προβλῆτα, καὶ εἴρυσεν ἠθάδα νευρὴν
τόξον ὀπισθοτόνῳ παλάμης κυκλούμενος ὁλκῷ,
ἀκρότατον δὲ σίδηρον ἐρεισάμενος περὶ τόξῳ
φοίνια νεῦρα βόεια πελάσσατο γείτονι μαζῷ·
καὶ βέλος ἰθυκέλευθον ἀπεπλάγχθη Διονύσου
Ζηνὸς ἐρητύσαντος, ἐυστεφάνου δʼ Ὑμεναίου
αἱμοβαφὴς πτερόεντι χαράσσετο μηρὸς ὀιστῷ.
οὐ δὲ λάθεν Διόνυσον ἀπήορος ἰὸς ἀλήτης
ἱπτάμενος ῥοιζηδόν, ἀφειδέι σύνδρομος αὔρῃ·
ἀλλά διεσσυμένοιο βολὴν θήλυνεν ὀιστοῦ,
καὶ φονίην ἀλάωσεν ἑκηβολίην Μελανῆος·
καὶ Παφίη γλωχῖνας ἀπηκόντιζε βελέμνου,
σύγγονος ἱμείροντι χαριζομένη Διονύσῳ,
καὶ βέλος ἔτραπε τόσσον ἀπὸ χροός, ὡς ὅτε μήτηρ
παιδὸς ἔτι κνώσσοντος ἀλήμονα μυῖαν ἐλάσσῃ.
ἠρέμα φάρεος ἄκρον ἐπαιθύσσουσα προσώπῳ.
καὶ χροὸς ἄγριον ἕλκος ἐρευθομένου διὰ μηροῦ
ἀγχιφανὴς Ὑμέναιος ἐδείκνυε γείτονι Βάκχῳ,
δάκρυ χέων ἐρατεινὸν ὑπʼ ὀφρύσιν, ὄφρα νοήσῃ
δεξιτερὴν ἐπίκουρον ἀλεξικάκου Διονύσου,
ἰητροῦ χατέων ζωαρκέος· αὐτὰρ ὁ λευκῆς
χειρὸς ἔχων Ὑμέναιον ἑῆς ἐπέβησεν ἀπήνης,
καί μιν ἄγων ἀπάνευθε πολυφλοίσβοιο κυδοιμοῦ
νωθρὸν ἐπὶ σκιόεντι πέδῳ παρὰ γείτονι φηγῷ
θῆκε καρηβαρέοντα· καἰ ὡς Ὑάκινθον Ἀπόλλων
ἔστενεν ἀνδροφόνῳ βεβολημένον ὀξέι δίσκῳ,
μεμφόμενος Ζεφύρου ζηλήμονος ἄσθμα θυέλλης,
οὕτω καὶ Διόνυσος ἀνέσπασε πολλάκι χαίτην,
ὄμμασιν ἀκλαύτοισιν ἐπικλαύσας Ὑμεναίῳ.

---

Nonnus of Panopolis, Διονυσιακά, ed. W.H.D. Rouse. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2045.tlg001.local001/.
