# Διονυσιακά 3.104-149

Nonnus of Panopolis, Διονυσιακά, Book 3, lines 3.104-3.149. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/nonnus-of-panopolis/text/3.104

νυμφίον οὐ βραδὺν οἶδεν Ἔρως ταχύς· ἵλαθι, Πειθώ,
δηθύνει σέο Κάδμος ἐπειγομένης Ἀφροδίτης.
θερμὸς Ἔρως καλέει σε· τί, νυμφίε, νωθρὸς ὁδεύεις;
ἡδύς, ὃς ἱμερόεντος Ἀδώνιδος ἔπλεο γείτων,
ἡδὺς ὁ Βυβλιάδεσσιν ὁμώλακα πατρίδα ναίων.
ἤλιτον, οὐ ῥόον εἶδες Ἀδώνιδος, οὐ χθόνα Βύβλου
ἔδρακες, ἧχι πέλει Χαρίτων δόμος, ἧχι χορεύει
Ἀσσυρίη Κυθέρεια καὶ οὐ φυγόδεμνος Ἀθήνη.
τερπομένην δὲ γάμοισι τιθηνήτειραν Ἐρώτων
πειθὼ πομπὸν ἔχεις, οὐκ Ἄρτεμιν· ἴσχεο μόχθων,
Ἁρμονίης ἀπόναιο καὶ Εὐρώπην λίπε ταύρῳ·
σπεῦδε, καὶ Ἠλέκτρη σε δεδέξεται, ἧς ἀπὸ χειρῶν
ναὶ δὴ καὶ γαμίων ἐμβάλλεο φόρτον Ἐρώτων
ἐμπορίην φιλότητος ἐπιτρέψας Ἀφροδίτῃ,
Κυπριδίην δὲ θύγατρα φυλασσομένην σέο παστῷ
ἄλλην δέχνυσο Κύπριν· ἐπαινήσεις δὲ κορώνην,
καὶ γαμίην καλέσεις με θεοπρόπον ὄρνιν Ἐρώτων.
ἤλιτον· ἀλλά με Κύπρις ἐπέπνεεν· ἐκ Παφίης γὰρ
θεσπίζω σέο λέκτρα, καὶ εἰ πέλον ὄρνις Ἀθήνης.
ὣς φαμένη σφρήγισσε λάλον στόμα μάρτυρι σιγῇ.
ἀλλʼ ὅτε οἱ στείχοντι λεωφόρα κύκλα κελεύθου
τηλεφανὴς βασιλῆος ἐφαίνετο πανδόκος αὐλὴ
κίοσιν ὑψωθεῖσα, τανυσσαμένη τότε Κάδμῳ
δάκτυλον ἀντιτύποιο νοήμονα μάρτυρα φωνῆς
σιγαλέῳ κήρυκι δόμον σημήνατο Πειθὼ
ποικίλον ἀστράπτοντα· καὶ αἰθέρα δύσατο δαίμων
ἀλλοφανὴς πτερόεντι διαιθύσσουσα πεδίλῳ.
καὶ δόμον ἐσκοπίαζεν ἀλήμονι Κάδμος ὀπωπῇ
Ἡφαίστου σοφὸν ἔργον, ὃν Ἠλέκτρῃ ποτὲ νύμφῃ
ἐργοπόνος Λήμνοιο Μυριναίῃ κάμε τέχνῃ,
δαίδαλα πολλὰ φέροντα. νεοσταθέος δὲ μελάθρου
χάλκεος οὐδὸς ἔην εὐήλατος· ἀμφίθυροι δὲ
σταθμοὶ ἐμηκύνοντο πολυγλυφέων πυλεώνων,
καὶ λόφος ὀμφαλόεντι διεσφαίρωτο καρήνῳ
μεσσοφανὴς ὀρόφοιο· λιθοστρώτοιο δὲ τοίχου
νῶτα κατεστήρικτο πεπηγότα λευκάδι γύψῳ
εἰς μυχὸν ἐξ οὐδοῖο. πέλας δέ τις ὄρχατος αὐλῆς
ἀμφιλαφὴς δροσόεντι φυτῶν ἐβαρύνετο καρπῷ
τετράγυος πρὸ δόμοιο· καὶ ἄρσενα φύλλα πετάσσας
θηλυτέρῳ φοίνικι πόθον πιστώσατο φοῖνιξ·
ὄγχνη τʼ ἀγλαόκαρπος ὁμήλικι σύμφυτος ὄγχνῃ
ὄρθριον ἐψιθύριζεν, ἑλισσομένη δὲ κορύμβοις
γείτονα πιαλέης ἐπεμάστιε θάμνον ἐλαίης·
εἰαρινοῖς ἀνέμοισιν ἀναινομένῃ παρὰ δάφνῃ
σείετο μύρσινα φύλλα, καὶ εὐπετάλου κυπαρίσσου
ὄρθριον ἐρρίπιζε κόμην εὔοδμος ἀήτης·

---

Nonnus of Panopolis, Διονυσιακά, ed. W.H.D. Rouse. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2045.tlg001.local001/.
