# Διονυσιακά 3.355-408

Nonnus of Panopolis, Διονυσιακά, Book 3, lines 3.355-3.408. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/nonnus-of-panopolis/text/3.355

καὶ σὺ τεὰς πρήυνε μεληδόνας· ἀπροϊδὴς δὲ
εἰς σὲ βιοπλάγκτοιο τύχης στροφάλιγγα κυλίνδων
φρικτὸς ἀκινήτοιο μίτος σφρηγίσσατο Μοίρης·
τλῆθι φέρειν λιπόπατρις ἀκαμπέα δεσμὸν ἀνάγκης,
ἐσσομένων προκέλευθον ὑπέρτερον ἐλπίδα βόσκων,
εἰ γένος ἐρρίζωσε τεὸν πρωτόσπορος Ἰώ,
εἰ λάχες ἐκ Λιβύης Ποσιδήιον αἷμα γενέθλης·
μίμνε παρʼ ὀθνείοις, ἅτε Δάρδανος, οἰκία ναίων,
ναιετάων ξένον ἄστυ, πατὴρ τεὸς ὥς περ Ἀγήνωρ,
ὡς Δαναὸς γενετῆρος ἀδελφεός· ὅττι καὶ αὐτὸς
ἄλλος ἀνὴρ φερέοικος ἔχων γένος ἔνθεον Ἰοῦς,
αἰθέριον βλάστημα Διιπετές, οὔνομα Βύζας,
αὐτογόνου Νείλοιο πιὼν ἑπτάστομον ὕδωρ
γείτονα γαῖαν ἔνειμεν, ὅπῃ παρὰ Βόσπορον ἀκτὴν
Ἰναχίῃ δαμάλῃ πεπερημένον ἕλκεται ὕδωρ,
πᾶσι περικτιόνεσσι τιθεὶς φάος, ὁππότε κείνου
ἀκλινέος δόχμωσε μεμηνότος αὐχένα ταύρου.
εἶπεν Ἀγηνορίδαο κατευνάζουσα μερίμνας.
Ζεὺς δὲ πατὴρ προέηκε τανύπτερον υἱέα Μαίης
εἰς δόμον Ἠλέκτρης ταχὺν ἄγγελον, ὄφρά κε Κάδμῳ
Ἁρμονίην ὀπάσειεν ἐς ἁρμονίην ὑμεναίων,
παρθένον οὐρανόθεν μετανάστιον, ἣν Ἀφροδίτης
λαθριδίῃ φιλότητι γαμοκλόπος ἤροσεν Ἄρης·
καὶ βρέφος αἰδομένη κρυφίης αὐτάγγελον εὐνῆς
μήτηρ οὐκ ἀτίταλλεν, ἀπʼ αἰθερίοιο δέ κόλπου
πήχεϊ κεκλιμένην ἐπιμάζιον ἤγαγε κούρην
εἰς δόμον Ἠλέκτρης μαιήιον, ἧς τόκον Ὧραι
ὑγρὸν ἐμαιώσαντο λεχωίδες, ἧς ἔτι πυκνοὶ
ἀργεννὴν σφριγόωντες ἀνέβλυον ἰκμάδα μαζοί·
δεξαμένη δὲ θύγατρα νόθην ἰσόζυγι θεσμῷ
σύγχρονον Ἠμαθίωνος ἑνὶ ξυνώσατο μαζῷ
κούρην ἀρτιλόχευτον, ὁμοστόργῳ δὲ μενοινῇ
διχθαδίην θρεπτῆρι γονὴν κούφιζεν ἀγοστῷ.
ὡς δέ τις ἀγροτέρη διδυμητόκος ἔνδοθι λόχμης
λαχνήεσσα λέαινα γαλαξαίῃσιν ἐέρσαις
σκύμνοις ἀμφοτέροις διδυμάονας ἥρμοσε μαζοὺς
καὶ διδύμοις τεκέεσσι μεριζομένην πόρε θηλήν,
καὶ χρόα λιχμάζουσα καὶ ἄτριχον εἰσέτι δειρὴν
ἰσοτύποις κομιδῇσιν ἀνέτρεφεν ἥλικα φύτλην·
ὣς τότε παιδοκόμῳ φιλίῃ μαιώσατο θηλῇ
ἀρτιγόνων μεθέπουσα συνωρίδα δίζυγα τέκνων·
πολλάκι νήπιον υἷα συνέμπορον ἥλικι κούρῃ
πίονος ἔνθα καὶ ἔνθα μετάτροπον ἰκμάδι μαζοῦ
πεπταμένης πήχυνε φιλήτορι χειρὸς ἀγοστῷ·
γούνασι δʼ ἄρσενα παῖδα συνίδρυε θήλεϊ κούρῃ,
μηρὸν ἐφαπλώσασα κεχηνότα γείτονι μηρῷ,
κόλπον ἀνευρύνουσα βαθυνομένοιο χιτῶνος·
καὶ τεκέων κλάζουσα μέλος θελκτήριον ὕπνου
ἀμφοτέρους εὕδοντας ἐκοίμισε μαιάδι τέχνῃ,
πῆχυν ὑποστορέσασα συνήορον αὐχένι παίδων,
καί σφισι λέκτρον ἔθηκεν ἐὸν γόνυ, διχθαδίῳ δὲ
φάρεος ἄκρον ἕλισσε διαιθύσσουσα προσώπῳ,
τέκνα καταψύχουσα, καὶ ἔσβεσε καύματος ὁρμὴν
ἀντίτυπον φύσημα χέων ποιητὸς ἀήτης.

---

Nonnus of Panopolis, Διονυσιακά, ed. W.H.D. Rouse. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2045.tlg001.local001/.
