Ancient Greek
Book 3, lines 3.409-3.444
Nonnus of Panopolis, Διονυσιακά 3.409-444
Not analysed yet
ὄφρα μὲν ἕζετο Κάδμος ἐχέφρονος ἐγγὺς ἀνάσσης,
τόφρα λαθὼν πυλαωρὸν ἑῷ ληίστορι ταρσῷ
ἀπροϊδὴς ἀκίχητος ἐς οἰκίον ἤιεν Ἑρμῆς
εἴκελος ἠιθέῳ· ῥοδέῳ δέ οἱ ἀμφὶ προσώπῳ
ἀσκεπέος κεχάλαστο παρήορος ὁλκὸς ἐθείρης
ἀμφιλαφής, στέψας δὲ νεότριχος ἄκρα παρειῆς
λεπτὸς ἀεξομένων ἐρυθαίνετο κύλος ἰούλων
ἀρτιφυὴς ἑκάτερθε περίδρομος· οἷα δὲ κῆρυξ
ἠθάδα ῥάβδον ἄειρεν· ἀθηήτῳ δὲ προσώπῳ
ἐκ κεφαλῆς νεφέεσσι κεκασμένος εἰς πόδας ἄκρους
πιαλέης ἐκίχησε πεπαυμένα δεῖπνα τραπέζης·
οὐδέ μιν Ἠμαθίων σχεδὸν ἔδρακεν, οὐδὲ καὶ αὐτὴ
Ἁρμονίη καὶ Κάδμος ὁμέστιος, οὐ χορὸς ἀνδρῶν
δούλιος· Ἠλέκτρῃ δὲ θεουδέι φαίνετο μούνῃ
Ἑρμῆς ποικιλόμυθος· ἑλὼν δέ μιν εἰς μυχὸν οἴκου
ἀπροϊδὴς ὀάριζε καὶ ἀνδρομέῃ φάτο φωνῇ·
Μητροκασιγνήτη, Διὸς εὐνέτι, χαῖρε, γυναικῶν
πασάων μετόπισθε μακαρτάτη, ὅττι Κρονίων
κοιρανίην κόσμοιο τεοῖς τεκέεσσι φυλάσσει,
καὶ χθονὸς ἄστεα πάντα κυβερνήσει σέο φύτλη,
ἕδνα τεῆς φιλότητος, ἐμῇ δʼ ἅμα μητέρι Μαίῃ
ἄστρασιν ἑπταπόροισι συναστράψειας Ὀλύμπῳ
σύνδρομος Ἠελίοιο, συναντέλλουσα Σελήνῃ.
εἰμὶ τεῆς, φιλότεκνε, γουῆς ἐμφύλιος Ἑρμῆς,
ἄγγελος ἀθανάτων τανυαίπτερος, οὐρανόθεν δὲ
ξείνιος ὑψιμέδων με τεὸς προέηκεν ἀκοίτης
ἀμφὶ τεοῦ ξείνοιο θεουδέος· ἀλλὰ καὶ αὐτὴ
πείθεο σῷ Κρονίωνι, καὶ Ἁρμονίην σέο κούρην
πέμπε μολεῖν ἀνάεδνον ὁμόστολον ἥλικι Κάδμῳ,
καὶ Διὶ μακάρεσσι χαρίζεο· τειρομένους γὰρ
ἀθανάτους ὁ ξεῖνος ὅλους ἐσάωσεν ἀείδων·
οὗτος ἀνὴρ μογέοντι τεῷ χραίσμησεν ἀκοίτῃ,
οὗτος ἀνὴρ ἐπέτασσεν ἐλεύθερον ἦμαρ Ὀλύμπῳ.
μή σε τεὴ θέλξειε γόῳ φιλομήτορι κούρη·
ἀλλά μιν εἰς ὑμέναιον ἀλεξικάκῳ πόρε Κάδμῳ
πειθομένη Κρονίωνι καὶ Ἄρεϊ καὶ Κυθερείῃ.