Ancient Greek · ~7 min
Book 3, lines 3.55-3.103
Nonnus of Panopolis, Διονυσιακά 3.55-103
Not analysed yet
ἀλλʼ ὅτε πορφυρέοιο παρὰ πτερὸν αἴθοπος Εὔρου
ἄκρα χαρασσομένην ὑπὸ ῥωγάδα Τευκρίδος Ἴδης
ὄρθρον ἀποπτύουσα φάνη λιμενοσκόπος Ἠώς,
ἀντιπόρου μέλαν οἶδμα καταυγάζουσα θαλάσσης,
Ἁρμονίην τότε Κύπρις ἵνα ζεύξειεν ἀκοίτῃ,
ἄπλοα σιγαλέης ἐτανύσσετο νῶτα γαλήνης.
ἤδη δʼ ἔκλαγεν ὄρνις ἑώιος ἠέρα τέμνων,
καὶ στίχες εὐπήληκες ἐρημονόμων Κορυβάντων
Κνώσσιον ἐκρούσαντο σακεσπάλον ἅλμα χορείης
ἴχνεσι μετρητοῖσιν· ἐρισμαράγου δὲ βοείης
τυπτομένης ἑλικηδὸν ἁμιλλητῆρι σιδήρῳ
δίκτυπος αὐλὸς ἔμελπε, καὶ ὀρχηστῆρας ἐπείγων
σύνθροον ἐσμαράγησε μέλος βητάρμονι παλμῷ.
καὶ δρύες ἐψιθύριζον, ἐμυκήσαντο δὲ πέτραι,
καὶ νοερῷ σείοντο τινάγματι θυιάδες ὗλαι,
καὶ Δρυάδες κελάδησαν· ἐπεσσεύοντο δὲ πυκναὶ
εἰς χορὸν ἀντιπόρῳ σκιρτήματι κυκλάδες ἄρκτοι,
βρυχηθμῷ δὲ λέοντες ὁμοζήλων ἀπὸ λαιμῶν
μυστιπόλων ἀλαλαγμὸν ἐμιμήσαντο Καβείρων
ἔμφρονα λύσσαν ἔχοντα· φιλοσκύλακος δὲ θεαίνης
μελπομένης Ἑκάτης θιασώδεες ἔβρεμον αὐλοὶ
ἄζυγες, οὓς Κρονίη κεραοξόος εὕρατο τέχνη.
καὶ πατάγῳ κελάδοντι φιλοσμαράγων Κορυβάντων
πρώιος ἔγρετο Κάδμος, ὁμοπλεκέες δὲ καὶ αὐτοὶ
ὀρθρινῆς ἀίοντες ἀσιγήτοιο βοείης
Σιδόνιοι πλωτῆρες ἐυκροκάλων ἀπὸ λέκτρων
ἀκταίης μεθέηκαν ἁλίκτυπα νῶτα χαμεύνης.
καὶ πόλιν ἰχνεύων ἐπλάζετο Κάδμος ὁδίτης
νῆα λιπὼν ἑτάροισιν ἀπόσσυτος· ἐρχομένῳ δὲ
εἰς δόμον Ἁρμονίης θαλαμηπόλος ἤντετο Πειθὼ
θνητῆς εἶδος ἔχουσα, καὶ ἀχθοφόρου διὰ κόλπου,
οἷα γυνὴ ταλαεργός, ἀφυσσαμένη πόμα πηγῆς
ἀργυρέην εὔκυκλον ἐκούφισε κάλπιν ἀγοστῷ,
ἄγγελος ἐσσομένων, ὅτι νυμφίον ἠθάδι θεσμῷ
ζωογόνοις πρὸ γάμοιο καθικμαίνουσι λοετροῖς.
καὶ σχεδὸν ἄστεος ἦεν, ὅθι γλαφυροῖς ἐνὶ βόθροις
συμπλεκέων ῥυπόωσαν ἐπασσυτέρων στίχα πέπλων
ποσσὶ πολυσκάρθμοισιν ἐπιστείβουσι γυναῖκες,
ποσσὶν ὁμοζήλοισι. καὶ ἀκροτάτων ἀπὸ ταρσῶν
κυανέῃ νεφέλῃ κεκαλυμμένον ἄχρι καρήνου
Κάδμον ἀσημάντοιο διʼ ἄστεος ἤγαγε Πειθὼ
ξεινοδόκου βασιλῆος ἐρευνητῆρα μελάθρου,
πομπὸς ὁδοῦ Παφίης ὑπὸ νεύμασιν· ἔνθά τις ὄρνις,
ἑζομένη γλαυκωπὸν ὑπὸ σκέπας ἁβρὸν ἐλαίης,
ὀμφαίη στόμα λάβρον ἀναπτύξασα κορώνη
ἠιθέῳ νεμέσιζεν, ἐς Ἁρμονίην ὅτι νύμφην
ἤιε φειδομένῳ γαμίῳ ποδὶ νωθρὸς ὁδίτης,
καὶ πτερὰ σεισαμένη φιλοκέρτομον ἴαχε φωνήν·
Νήπιος ἔπλετο Κάδμος, ἢ ἔπλετο νῆις Ἐρώτων·