Ancient Greek · ~8 min
Book 30, lines 30.185-30.236
Nonnus of Panopolis, Διονυσιακά 30.185-236
Not analysed yet
καὶ γενέτην καὶ παῖδα μιῇ πρήνιξε μαχαίρῃ.
Ἕννεπε δακρυχέουσα· πόνος δʼ ἠέξετο μείζων.
καὶ διδύμαις στρατιῇσιν ἐπερρίπιζεν Ἐνυώ
Ταιναρίδην δʼ ἔκτεινε Δασύλλιον ἄορι Μορρεύς,
μή ποτε δυσμενέεσσιν ἀπορρίψαντα βοείην,
ἀντιβίοις ἀτίνακτον Ἀμυκλαῖον πολιήτην,
γναθμοῦ δεξιτεροῖο παρʼ ὀστέον ἔγχος ἐρείσας.
ἔκτανε δʼ Ἀλκιμάχειαν ὀρίδρομον, εἰν ἑνὶ θεσμῷ
ἠνορέην καὶ κάλλος ὑπέρτερον ἥλικος ἥβης,
κούρην Ἁρπαλίωνος ἐρισταφύλοιο τοκῆος,
ἣ πέλε τολμήεσσα καὶ εἰς δόμον ἤλυθεν Ἥρης
κισσὸν ἀερτάζουσα, τὸν Ἀργολὶς ἔστυγε δαίμων,
ὅσσον ἐρευθιόωσαν ἐθήμονα φίλατο ῥοιήν·
καὶ βρέτας εὐποίητον ἐμάστιεν οἵνοπι θύρσῳ,
χάλκεον ἀμπελόεντι δέμας πλήσσουσα κορύμβῳ,
μητρυιὴν βαρύμηνιν ἀτιμάζουσα Λυαίου.
οὐδὲ χόλον δασπλῆτα καθαψαμένης φύγεν Ἥρης
Λημνιὰς Ἀλκιμάχεια θεημάχος· ἀλλʼ ἐνὶ γαίῃ
ὀθνείῃ κτερέιστο, μετὰ πτολέμους δὲ τοκῆα
οὐκ ἴδεν Ἁρπαλίωνα τὸ δεύτερον, οὐκ ἴδε πάτρην,
Λῆμνον Ἰησονίης νυμφήιον Ὑψιπυλείης·
ἀλλὰ παρὰ ξείνοισι χυτῇ κεκάλυπτο κονίῃ,
πότμον ἀμειβομένη τιμήορον. ἆ μέγα δειλή,
ἤμβροτεν Ἁρπαλίωνος, ἐνοσφίσθη δὲ Λυαίου.
οὐδὲ δαϊζομένης ζαμενὴς ἐκορέσσατο Μορρεὺς
μαινάδος Ἀλκιμάχης θεοπαίγμονος· ἀλλὰ καὶ αὐτὴν
Ἤλιδα ναιετάουσαν Ὀλύμπιον οὖδας ἀρούρης
Ἀλφειοῦ παρὰ χεῦμα φιλοστεφάνου ποταμοῖο
ἔκτανε Κωδώνην ἔτι παρθένον. ἵλατε, Μοῖραι,
οὐ πλοκάμους ἐλέαιρε μαραινομένοιο καρήνου,
οὐ ῥοδέην ἀκτῖνα κονιομένοιο προσώπου·
οὐδὲ περὶ στέρνοισιν ἴσον τροχοειδέι μήλῳ
μαζὸν ἰδὼν ἐλέαιρεν, ἀκαμπέα κέντορα μίτρης,
οὐδὲ βαθυνομένοιο τομὴν ᾐδέσσατο μηροῦ,
ἀλλὰ τόσον κτάνε κάλλος ἀώριον· οὐταμένη δὲ
ἡ μὲν ἐπὶ χθονὶ πῖπτεν· ἀπειρεσίας δὲ διώκων
μαινάδας εὐπέπλους κορυθαιόλος ἔκτανε Μορρεύς,
Εὐρυπύλην Στερόπην τε Σόην τʼ ἤμησε μαχαίρῃ,
καὶ Σταφύλην ἐδάιξεν, ἐρευθαλέην τε Γιγαρτὼ
οὔτασε, καὶ ῥοδόεντος ὑπὲρ μαζοῖο τορήσας
στέρνα Μελικταίνης φονίῳ πόρφυρε σιδήρῳ.
καὶ φθονεροὶ Τελχῖνες ἐπεστρατόωντο κυδοιμῷ,
ὃς μὲν ἔχων ἐλάτην περιμήκετον, ὃς δὲ κρανείου
θάμνον ὅλον πρόρριζον, ὁ δὲ πρηῶνος ἀράξας
ἄκρον ἀπηλοίησε, καὶ εἰς μόθον ἤιεν Ἰνδῶν
λᾶαν ἀκοντιστῆρα μεμηνότι πήχεϊ σείων.
Ἥρη δʼ ἀλλοπρόσαλλος ἐπιβρίθουσα Λυαίῳ
δῶκε μένος καὶ θάρσος ἀγήνορι Δηριαδῆι,
καί οἱ ἀριστεύοντι σελασφόρον ὤπασεν αἴγλην
εἰς φόβον ἀντιβίοισι· κορυσσομένου δὲ φορῆος
ἀσπίδος Ἰνδῴης ἀμαρύσσετο φοίνιος αἴγλη,
καὶ κυνέης σελάγιζεν ὑπὲρ λόφον ἁλλομένη φλόξ.