Ancient Greek · ~6 min
Book 30, lines 30.283-30.326
Nonnus of Panopolis, Διονυσιακά 30.283-326
Not analysed yet
σὸς καὶ ἐμὸς γενέτης οὐκ ἔτρεμε δηιοτῆτα,
εὖτε θεοὶ Τιτῆνες ἐθωρήχθησαν Ὀλύμπῳ.
ποίην Ὀρσιβόην ληίσσαο δεσπότιν Ἰνδῶν;
Χειροβίην οὐκ εἶδε δορικτήτην σέο Ῥείη.
ἱλήκοι Διὸς εὖχος, ἀδελφεὸν οὔ σε καλέσσω
Δηριάδην φεύγοντα καὶ ἀπτολέμων γένος Ἰνδῶν.
ἀλλὰ λαβὼν σέο θύρσα πάλιν μιμνήσκεο χάρμης,
καὶ στρατιῆς προμάχιζε, κορυσσομένῃσι δὲ Βάκχαις
ὄψεαι εὐθώρηκα συναιχμάζουσαν Ἀθήνην,
αἰγίδα κουφίζουσαν ἀνούτατον ὅπλον Ὀλύμπου.
ὣς φαμένη Βρομίῳ μένος ἔμπνεεν· αὐτὰρ ὁ θυμῷ
θαρσήεις πολέμιζε τὸ δεύτερον, ἐσσομένης δὲ
νίκης ἐλπίδα πᾶσαν ἐπέτρεπε Τριτογενείῃ.
ἔνθα τίνα πρῶτον, τίνα δʼ ὕστατον ἔκτανε Βάκχος,
ὁππότε μιν θάρσυνε μόθων ἀκόρητος Ἀθήνη;
κτεῖνε μὲν ἀντιβίων ἑκατοντάδα νηλέι θύρσῳ,
πολλοῖς δʼ ἕλκος ὄπασσε πολύτροπον ἔγχεϊ τύπτων
ἠὲ φυτῶν ἑλίκεσσιν ἢ εὐόρπηκι κορύμβῳ,
ἢ λίθον αἰχμάζων κραναὸν βέλος· οἱ δὲ τυπέντες
δαιμονίῃ καναχηδὸν ἐβακχεύθησαν ἱμάσθλη.
Φρίγγου δʼ οὔτασεν ὦμον ἀριστερὸν ὀξέι θύρσῳ·
ὃς δὲ θορὼν ἀκίχητος ἐχάζετο· τὸν δὲ φυγόντα
θηγαλέῳ βουπλῆγι κατεπρήνιξε Μελισσεύς.
Ἐγρετίῳ δʼ ἐπόρουσε φιλεύιον ἔγχος ἑλίσσων
θυρσομανὴς Διόνυσος ἑκηβόλος· ἱπταμένη δὲ
Βακχιὰς ἐρροίζησε διʼ ἠέρος ἔγχεος αἰχμὴ
ἄνδρα βαλεῖν ἐθέλουσα, καὶ Ἐγρετίοιο φυγόντος
ἔχραε Βωλίγγεσσι, καὶ ἐγρεμόθους Ἀραχώτας
εἰς φόβον ἐπτοίησε· φιλακρήτῳ δὲ πετήλῳ
φρικτὰ δοριθρασέων ἐδαΐζετο φῦλα Σαλαγγῶν·
καὶ στρατὸς ἐρτοίητο φερεσσακέων Ἀριηνῶν·
καὶ προμάχους Φρίγγοιο καὶ Ἐγρετίοιο διώκων
Εὔιος ἐπτοίησεν ὅλον στρατὸν Οὐατοκοίτην·
καὶ Λύγον αἱματόεντος ἀπεστυφέλιξε κυδοιμοῦ
ἀλκήεις Ἰόβακχος· ἐφεδρήσσοντα δὲ δένδρῳ
οὔτασε Μειλανίωνα δολοπλόκον οἴνοπι θύρσῳ,
Βασσαρίδας κρυφίοισιν ὀιστεύοντα βελέμνοις·
ἀλλά μιν ἐζώγρησεν ἀπήμονα δύσμαχος Ἥρη,
ὅττι δόλῳ κεκόρυστο καὶ ἔχραε πολλάκι Βάκχαις
κρυπταδίοις πολέμοισιν· ἀεὶ δέ μιν ἔκρυφε πέτρη
ἢ φυτὸν ὑψικάρηνον ὑποκλεφθέντα πετήλοις,
ἀνέρας ἀφράστοισιν ὀιστεύοντα βελέμνοις.
Ἰνδοὶ δʼ ἀνδροφόνοιο μετεσσεύοντο κυδοιμοῦ
ἠνορέην τρομέοντες ἀνικήτου Διονύσου.