# Διονυσιακά 30.45-92

Nonnus of Panopolis, Διονυσιακά, Book 30, lines 30.45-30.92. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/nonnus-of-panopolis/text/30.45

οὔτασε δʼ Εὐρυμέδοντα, μέσον βουβῶνα χαράξας
ἔγχεϊ φοινήεντι· διαΐσσουσα δὲ μηροῦ
πιαλέην τάμε σάρκα λιπόχροα θυιὰς ἀκωκή·
γούνατι δʼ ὀκλάζοντι χαμαὶ πέσε. Χαλκοχίτων δὲ
Ἄλκων οὐκ ἀμέλησε κασιγνήτοιο πεσόντος,
ἀλλὰ βιαζομένῳ πρόμος ἤλυθεν ἔγχος ἀείρων
καὶ σάκος εὐδίνητον· ὅλον δʼ ἐκάλυπτε μαχητήν,
ἀσπίδι πυργώσας δέμας ἀνέρος, ἀντιβίοις δὲ
σείων ἔνθα καὶ ἔνθα παλινδίνητον ἀκωκὴν
γνωτῷ γνωτὸς ἄμυνε· καὶ οὐταμένῳ περιβαίνων,
οἷα περὶ σκύμνοισι λέων, βρυχήσατο λαιμῷ,
χείλεϊ λυσσήεντι χέων Κορυβαντίδα φωνήν.
καί μιν ὀπιπεύων κυκλούμενον ἴδμονι ταρσῷ
γνωτοῦ κεκλιμένοιο προασπιστῆρα Καβείρου
ἰσοφυὴς Τυφῶνι πέλωρ βακχεύετο Μορρεύς,
γνωτοῖς διχθαδίοις κεκορυθμένος, ὄφρά κε μήτηρ
δίζυγα δακρύσειεν ὀλωλότα τέκνα Καβειρώ,
εἰς μίνα ἠριγένειαν ἑνὶ τμηθέντα σιδήρῳ.
καί νύ κεν ἀμφοτέρους ἰσοελκέι δῶκεν ὀλέθρῳ,
ἀλλὰ διὰ στομάτων βεβιημένον ἄσθμα τιταίνων
Λήμνιον Εὐρυμέδων γενέτην ἐκαλέσσατο φωνῇ.
ὦ πάτερ, ἐργοπόνοιο πυρίπνοε κοίρανε τέχνης,
δός μοι ὀφειλομένην προτέρην χάριν, ὁππότε μούνη
Σικελίην τρικάρηνον ἁλωιὰς ἥρπασε Δηώ,
δῶρα καλυπτομένης ὀπτήρια Περσεφονείης,
ἑσπερίους δʼ ἀνέκοψε τεοὺς φυσήτορας ἀσκοὺς
καὶ πλατὺν ἐσχαρεῶνα καὶ ἅρπαγα σεῖο πυράγρην·
ἀλλά μιν ἐπτοίησα προασπίζων γενετῆρος,
ἄκμονος ὑμετέροιο βοηθόος· ἐξ ἐμέθεν δὲ
σῷ Σικελῷ σπινθῆρι μέλας θερμαίνεται ἀήρ.
ῥύεό μοι σέο παῖδα, τὸν ἄγριος οὔτασε Μορρεύς.
εἶπε, καὶ οὐρανόθεν πυρόεις Ἥφαιστος ὀρούσας
σύγγονον ἀμφελέλιζε πολυσχιδὲς ἁλλόμενον πῦρ,
δινεύων παλάμῃ πυρόεν βέλος· ἀμφὶ δὲ δειρὴν
Μορρέος αὐτοέλικτος ἑλίσσετο πυρσὸς ἐχέφρων,
αὐχένι μιτρώσας πυριθαλπέος ὁρμὸν ἀνάγκης
εἰλυφόων· πυρόεν δὲ μετὰ στέφος ἀνθερεῶνος
ταρσὸν ἐς ἐσχατόωντα θορὼν ἐπιβήτορι παλμῷ
ἀμφὶ πόδα προμάχοιο πυρίπλοκον ἔπλεκε σειρήν,
σείων ἐν δαπέδῳ σταθερὸν σέλας ἅλματι πεζῷ·
θερμάνθη δὲ κάρηνον ἀναπτομένης τρυφαλείης.
καί νύ κεν ἐπρήνικτο τυπεὶς φλογόεντι βελέμνῳ,
εἰ μὴ Δηριάδαο πατὴρ ἤμυνεν Ὑδάσπης·
ἧστο γὰρ ὑσμίνην δεδοκημένος ὑψόθι πέτρης,
ταυροφοὴς νόθον εἶδος ἔχων βροτοειδέι μορφῇ·
ὅς μιν ἀνεζώγρησε χέων ἀντίπνοον ὕδωρ,
ψύχων θερμὸν ἄημα πυριβλήτοιο προσώπου,
λύματα τεφρήεντα διασμήχων τρυφαλείης·

---

Nonnus of Panopolis, Διονυσιακά, ed. W.H.D. Rouse. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2045.tlg001.local001/.
