Ancient Greek
Book 30, lines 30.93-30.141
Nonnus of Panopolis, Διονυσιακά 30.93-141
Not analysed yet
Μορρέα δʼ ἁρπάξας ζοφερῇ χλαίνωσεν ὀμίχλῃ,
πορφυρέῃ νεφέλῃ κεκαλυμμένα γυῖα καλύψας,
μή μιν ἀποκτείνειε σελασφόρος ἀμφιγυήεις,
Λήμνιον αἰθύσσων θανατηφόρον ἁπτόμενον πῦρ,
μὴ προτέρου φθιμένοιο γέρων φιλότεκνος Ὑδάσπης
γαμβρὸν ἴδῃ πάλιν ἄλλον ὀλωλότα Δηριαδῆος,
μηδὲ μόρον Μορρῆος ἅμα κλαύσειεν Ὀρόντῃ.
Πυρσοφόρος δʼ Ἥφαιστος ὅλους ἐδίωκε μαχητὰς
ἱσταμένοθς περὶ παῖδα νεούτατον, ὑψόθι δʼ ὤμου
υἱὸν ἐλαφρίζων ἐπερείσατο γείτονι φηγῷ,
νόσφιν ἀπὸ φλοίσβοιο, καὶ ἐζώγρησε πεσόντα,
οὐταμένῳ βουβῶνι φερέσβια φάρμακα πάσσων.
οὐδὲ μόθου προτέροιο λελασμένος ἔπλετο Μορρεύς·
ἀλλὰ πάλιν κεκόρυστο φυγὼν πυρόεσσαν Ἐνυὼ
καὶ πρόμον ἀστράπτοντα καὶ αἰθαλόεσσαν ἀκωκήν·
καὶ Φλόγιον Στροφίοιο πολύστροφον υἷα καχήσας
ἔκτανεν, ὀρχηστῆρα φιλοσκάρθμου Διονύσου,
ὅς τις ἀδακρύτοιο παρʼ εἰλαπίνῃσι Λυαίου
ἀντιτύπων ἐλέλιζε πολύτροπα δάκτυλα χειρῶν,
καὶ θάνατον Φαέθοντος ἐχέφρονι χειρὶ τινάσσων
δαιτυμόνας ποίησεν ἀήθεα δάκρυα λείβειν,
ψευδαλέου Φαέθοντος ἐπικλαίοντας ὀλέθρῳ·
καὶ νέον αἰθαλόεντα καὶ αὐτοκύλιστον ὑφαίνων
λευγαλέον πόρε πένθος ἀπενθήτῳ Διονύσῳ.
τοῦτον ἰδὼν σκαίροντα δορυσσόος ἔννεπε Μορρεύς·
ἀλλοῖος χορὸς οὗτος, ὃν ἔπλεκες ἄγχι τραπέζης·
ὀρχηθμὸν γελόωντα παρὰ κρητῆρι τιταίνων
ὀρχηθμὸν στονόεντα πόθεν μετὰ δῆριν ὑφαίνεις;
εἰ δὲ καὶ οἶστρος ἔχει σε χοροστασίης Διονύσου,
Ἄιδι μυστιπόλευε, καὶ οὐ γύψοιο χατίζεις
αὐτοβαφῆ μεθέπων κεκονιμένα κύκλα προσώπου·
ἢν ἐθέλῃς δέ, χόρευε φιλοθρήνῳ παρὰ Λήθῃ,
Περσεφόνη δʼ ἀγέλαστος ἀγαλλέσθω σέο μολπῇ.
ἔννεπε κυδιόων, καὶ ἐπέδραμεν ἶσος ἀέλλῃ,
Σειληνοὺς δʼ ἐφόβησεν. ἀμαιμακέτῳ δὲ μαχαίρῃ
Τέκταφος ὡμάρτησε σακέσπαλος, ὅν ποτε δήσας
Δηριάδης ἔκρυψεν ἕσω γλαφυροῖο βερέθρου.
οὐδὲ φυγεῖν μόρον εὗρε τὸ δεύτερον· ἐν γὰρ ἀνάγκῃ
τίς δύναταί ποτε πότμον ἀπʼ ἀνέρος ἐχθρὸν ἐρύκειν,
νηλὴς πανδαμάτειρα θανεῖν ὅτε Μοῖρα κελεύει;
οὐ γὰρ Τέκταφον εὗρε δόλος θνήσκοντα σαῶσαι,
ὃς τότε λυσσώων στρατιὴν ἐδίωξε Λυαίου,
εὐκεράων Σατύρων φιλοπαίγμονα γυῖα δαΐζων·
ἐγρεμόθου δʼ ἤμησε Πυλαιέος ἀνθερεῶνα,
Ὀνθυρίου δὲ μέτωπον ἀφειδέι τύψε μαχαίρῃ,
καὶ Πίθον εὐρύστερνον ἀπηλοίησε διδήρῳ.
καί νύ κεν ἄλλον ὅμιλον ἐπασσυτέρων κτάνε Βάκχων,
ἀλλά μιν Εὐρυμέδων ταχὺς ἔδρακε, καί οἱ ὑπέστη
δίστομον ἀντιβίην Κορυβαντίδα χειρὶ τινάσσων·