# Διονυσιακά 32.284-299

Nonnus of Panopolis, Διονυσιακά, Book 32, lines 32.284-32.299. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/nonnus-of-panopolis/text/32.284

ἔμπης δʼ αὐτόθι μίμνεν. ἀπὸ σκοπέλοιο δὲ Νύμφαι
Νηιάδος βυθίοισιν ἐνεκρύπτοντο μελάθροις·
αἱ μὲν Ὑδασπιάδεσσιν ὁμήλυδες, αἱ δὲ φυγοῦσαι
Ἰνδὸν ἐς ἀγχικέλευθον ἐναυλίζοντο ῥεέθροις,
ἄλλαι Συδριάδεσσιν ὁμόστολοι, αἱ δʼ ἐνὶ Γάγγῃ
λύθρον ἀπεσμήξαντο νεόσσυτον, ἃς τότε πολλὰς
ἐρχομένας ἀγεληδὸν ἐς ὑδατόεντας ἐναύλους
νηιὰς ἀργυρόπεζα φιλοξείνῳ πυλεῶνι
δέξατο κυματόεντος ἐς αὔλια παρθενεῶνος.
ἄλλαι Ἁμαδρυάδος σκιεροῖς κρύπτοντο κορύμβοις,
δυσάμεναι δρυόεντας ἀνοιγομένους κενεῶνας.
πολλαὶ δʼ ὑγροτόκους ὑπὸ πίδακας ἐγγύθι πέτρης
Βασσαρίδες κρουνηδὸν ἐκώκυον· ἀρτιχύτῳ δὲ
ὄμβρῳ δακρυόεντι φιλοθρήνοιο προσώπου
πληθομένη βαθύκολπος ὅλη πορφύρετο πηγή,
μυρομένη βαρὺ πένθος ἀπενθήτου Διονύσου.

---

Nonnus of Panopolis, Διονυσιακά, ed. W.H.D. Rouse. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2045.tlg001.local001/.
