# Διονυσιακά 34.188-233

Nonnus of Panopolis, Διονυσιακά, Book 34, lines 34.188-34.233. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/nonnus-of-panopolis/text/34.188

ὥς ποτε Μορρείοιο γάμου μνηστῆρι σιδήρῳ
Ἀσσυρίη γόνυ κάμψε, καὶ εἰς ζυγὰ Δηριαδῆος
αὐχένα πετρήεντα Κίλιξ δοχμώσατο Ταῦρος,
καὶ θρασὺς ὤκλασε Κύδνος, ὅθεν Κιλίκων ἐνὶ γαίῃ
Σάνδης Ἡρακλέης κικλήσκεται εἰσέτι Μορρεύς.
καὶ τὰ μὲν ἐν προτέροισιν· ἐν ὀψιγόνῳ δὲ κυδοιμῷ
θυιάδας ἐζώγρησεν ἀφειδέι δούρατι Μορρεύς·
κυδιόων δʼ ἀχάλινον ἀπερροίβδησεν ἰωήν·
σοὶ μὲν ἐγώ, σκηπτοῦχε, τεῆς κειμήλια κούρης
βάκχας πρῶτον ἄγω, μετέπειτα δὲ Βάκχον ὀπάσσω.
ὣς φαμένου Μορρῆος ἀμείβετο κοίρανος Ἰνδῶν·
Χειροβίην ἀνάεδνον ἔχων, κορυθαιόλε Μορρεῦ,
ἄξιά μοι πόρες ἕδνα φερεσσακέων ὑμεναίων,
ἄστεα δουλώσας Κιλίκων ὑψήνορι νίκῃ.
ἄρτι πάλιν νέα δῶρα χαρίζεαι· ἢν δʼ ἐθελήσῃς,
ἄλλας Βασσαρίδας ληίσσεο, Χειροβίης δὲ
ἀμφιπόλων ἔμπλησον ὅλον δόμον· ἀμφὶ δὲ Βάκχου
οὐ χατέω Μορρῆος, ἀλυκτοπέδαις δὲ πεδήσας
δούλιον εἰς ζυγόδεσμον ἐγὼ Διόνυσον ἐρύσσω.
μοῦνον ἐμοὶ πεφύλαξο δορικτήτης πόθον εὐνῆς,
μή σε γυναιμανέεσσιν ἴδω πανομοίιον Ἰνδοῖς·
ὄμματα μὴ σκοπίαζε καὶ ἄργυφον αὐχένα Βάκχης,
μὴ ποθέων τελέσειας ἐμὴν ζηλήμονα κούρην.
αὐτὰρ ἐπὴν Βρομίου στρατιὴν ξύμπασαν ὀλέσσω,
Μαιονίην ἐπὶ γαῖαν ἐλεύσομαι, ἔνθεν ἀφύξω
Λυδῶν ἄσπετον ὄλβον, ὅσον Πακτωλὸς ἀέξει·
ἵξομαι εἰς Φρυγίην εὐάμπελον, ὁππόθι Ῥείη
παιδοκόμος Βρομίοιο, καὶ ἀγχικέλευθον ὀλέσσω
ἀργυρέης Ἀλύβης πέδον ὄλβιον, ὄφρα κομίσσω
φαιδρὰ ῥυηφενέων χιονώδεα νῶτα μετάλλων·
πέρσω δʼ, ἣν καλέουσι, καὶ ἑπταπύλου χθόνα Θήβης,
καὶ φλέξω Σεμέλης φλογερὸν δόμον, ὁππόθι παστοὶ
λείψανα θερμὰ φέρουσι μαραινομένων ὑμεναίων.
εἶπεν ἄναξ ἀθέμιστος, Ἐνυαλίοιο δὲ γαμβροῦ
ἀμφιπόλων στίχα πᾶσαν ἐδέξατο δῶρα κυδοιμοῦ
Δηριάδης, Φλογίῳ δὲ καὶ Ἀγραίῳ πόρε Βάκχας
ἑλκομένας πλοκαμῖδος· ὁμοπλέκτῳ δʼ ἐνὶ δεσμῷ
ἀρραγέες παλάμῃσιν ἐμιτρώθησαν ἱμάντες.
τὰς μὲν ἄγων Φλόγιος βασιληίδος ἄγγελα νίκης
σφιγγομένας πόμπευε διʼ ἄστεος. ὑψιτενεῖς δὲ
αἱ μὲν ἐυγλυφάνοιο παρὰ προπύλαια μελάθρου
ἀλχονίῳ θλίβοντο περίπλοκον αὐχένα δεσμῷ·
ἄλλαις θερμὸν ὄπασσε μόρον πυρόεντος ὀλέθρου·
αἱ δὲ πεδοσκαφέεσσιν ἐτυμβεύοντο ῥεέθροις
φρείατος ἐν γυάλοισιν, ὅπῃ βυθίων ἀπὸ κόλπων
χερσὶν ἀμοιβαίαις βεβιημένον ἕλκεται ὕδωρ·

---

Nonnus of Panopolis, Διονυσιακά, ed. W.H.D. Rouse. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2045.tlg001.local001/.
