Ancient Greek · ~7 min
Book 34, lines 34.234-34.278
Nonnus of Panopolis, Διονυσιακά 34.234-278
Not analysed yet
καί τις ἔσω διεροῖο βαθυνομένου κενεῶνος
ἡμιφανὴς ἀτίνακτος ἀμοιβαίῃ φάτο φωνῇ·
ἔκλυον, ὡς Ἰνδοῖσι θεὸς πέλε γαῖα καὶ ὕδωρ·
οὐδὲ μάτην ποτὲ τοῦτο φατίζεται· ἀμφότεροι γὰρ
εἰς ἐμὲ θωρήχθησαν ὁμόφρονες, εἰμὶ δὲ μέσση
καὶ χθονίου θανάτοιο καὶ ὑδατόεντος ὀλέθρου,
καὶ μόρον ἐγγὺς ἔχω διδυμόζυγον· ἰλυόεις γὰρ
ξεῖνος δεσμὸς ἔχει με, καὶ οὐκέτι ταρσὸν ἀείρω,
ὑγρὰ δὲ ῥιζώσασα πεπηγότα γούνατα πηλῷ
ἵσταμαι ἀστυφέλικτος ἐγὼ Μοίρῃσιν ἑτοίμη·
καὶ ποταμός με δίωκε, καὶ οὐ χυτὸν ἔτρεμον ὕδωρ·
αἴθε καὶ οὗτος ἔην κελάδων ῥόος, ὄφρα καὶ αὐτοῦ
χεῖρας ἐρετμώσασα διατμήξω μέλαν ὕδωρ.
ἔννεπεν· οἰγομένῳ δὲ κατάρρυτα χεύματα λαιμῷ
δεχνυμένη κατὰ βαιὸν ἀτυμβεύτῳ θάνε πότμῳ.
αὐτὰρ ὁ Χαλκομέδης πεπεδημένος ἡδέι κέντρῳ
Μαιναλίδων ἀσίδηρον ὅλον στρατὸν ἤλασε Μορρεὺς
εἰς πόλιν ὀφρυόεσσαν, ὀπίστερος ἔγχεϊ νύσσων.
ὡς δʼ ὅτε μηλονόμος πολυχανδέος εἰς μυχὰ μάνδρης
συμμιγέων ὀίων σποράδας στίχας εἰς ἓν ἐλαύνων
εἰροπόκων ἴθυνε καλαύροπι πώεα μήλων
πασσυδίῃ, πολέες δὲ συνεστιχόωντο βοτῆρες
μῆλα περισφίγγοντες ὁμόζυγι πήχεος ὁλκῷ
προτροπάδην στοιχηδόν ἀρηρότα, μή ποτε ποίμνης
κλειομένης πλάζοιτο παράτροπος ἑσμὸς ἀλήτης·
ὣς ὅ γε θῆλυν ὅμιλον ἔσω πυλεῶνος ἐέργων
εἰς πόλιν αἰπύδμητον ἀελλόπος ἤλασε Μορρεὺς
Βακχείην στίχα πᾶσαν ἀποσπάδα δηιοτῆτος.
καὶ μογέων δόλον εἶχεν ἐτώσιον, ὄφρα κυδοιμοῦ
ληίδα καλλιγύναικα λιπὼν μετανάστιον ἄγρην
Χαλκομέδην ἐρύσειεν ὑπὸ ζυγὰ δουλοσυνάων,
ἄλλαις θηλυτέπῃσιν ὁμόστολον, ὄφρά οἱ αἰεὶ
ἠματίη θεράπαινα καἰ ἔννυχος εὐνέτις εἴη,
καὶ διδύμων τελέσειεν ἀμοιβαδὶς ἔργα θεάων,
λάθρια Κύπριδος ἔργα καὶ ἀμφαδὸν ἱστὸν Ἀθήνης
Μορρεὺς δʼ οὐκ ἀμέλησε δορυσσόος· ἀγχιμάχῳ γὰρ
Δηριάδῃ φύξηλιν ἐπέτρεπε θῆλυν Ἐνυώ,
Βακχιάδος δὲ φάλαγγος ἐπέχραεν ἄρσενι χάρμῃ,
ὄφρα περικλείσειε καὶ ἀνέρας· ἐν δὲ κυδοιμοῖς
εἰς φόβον ἠπείγοντο. Θυελλήεσσα δὲ κούρη
ἵστατο κοσμηθεῖσα πρὸ ἄστεος ἐγγύθι πύργου,
παρθένος ἀκρήδεμνος· ἐρωμανέων δὲ γυναικῶν
νεύμασι ποιητοῖσι τύπον μιμήσατο κούρη,
ὄμματα δινεύουσα, καὶ ἠθάδος ἔκτοθι μίτρης
λευκὸς ἐρευθιόωντι χιτὼν φοινίσσετο μαζῷ·