# Διονυσιακά 34.279-326

Nonnus of Panopolis, Διονυσιακά, Book 34, lines 34.279-34.326. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/nonnus-of-panopolis/text/34.279

Μορρεὺς δʼ εἰσορόων ἐπετέρπετο, καὶ διὰ πέπλου
λεπταλέου σφριγόωσαν ἴτυν τεκμαίρετο μαζοῦ.
καἰ λίθον εὐποίητον ἴσον τροχοειδέι δίσκῳ
παρθένος ἁρπάξασα, πελώριον ἄχθος ἁμάξης,
Μορρέος εὐπήληκος ἀκόντισεν ἴδμονι τέχνῃ·
καἰ λίθος ἠερόθεν πεφορημένος ὀξέι ῥοίζῳ
ἀσπίδος ἄκρον ἄραξεν, ὅπῃ χρυσήλατος εἰκὼν
Χειροβίης νόθον εἶχε δέμας ψευδήμονι μορφῇ,
ποιητὸν δὲ κάρηνον ἀπέξεσε, βαλλομένῃ δὲ
μαρμαρέῃ γλωχῖνι χαρασσομένοιο προσώπου
μιμηλῆς ἀμάθυνε περίτροχον εἰκόνα μορφῆς·
καὶ σάκος ὀλβίζων ἀνεπάλλετο πολλάκι Μορρεύς,
καὶ κραδίῃ γελόων κρυφίην ἐφθέγξατο φωνήν·
ἄτρομε Χαλκομέδεια, νέη ῥοδοδάκτυλε Πειθώ,
Κύπριδος ἁβρὸν ἄγαλμα καὶ εὐθώρηκος Ἀθήνης,
Βακχιὰς ἠριγένεια καὶ οὐ δύνουσα Σελήνη,
γραπτὸν ἐμῆς ἀλόχου τύπον ἔξεσας· αἴθε καὶ αὐτῆς
Χειροβίης ἤμησας ἀληθέος αὐχένα νύμφης.
ὣς εἰπὼν ἐδίωκε πρὸ ἄστεος ἄζυγα κούρην,
γλῶσσαν ἀπειλείουσαν ἔχων, οὐ χεῖρα κορύσσων,
μῦθον ἀκοντίζων, οὐ παρθένον ἔγχεϊ νύσσων,
μειλιχίῃ παλάμῃ πεφιδημένον ἔγχος ἀείρων·
καὶ βλοσυρῆς κελάδησε βοῆς ἀπατήλιον Ἠχώ,
ὡς ἐτεὸν κοτέων πρόμος ἤπιος· ἀμφότερον γάρ,
εἶχε νόον γελόωντα, χόλον δʼ ἀνέφηνε προσώπῳ.
ἦκα δὲ δινήσας σφαλερὴν προέηκεν ἀκωκὴν
εἰς σκοπὸν ἀχρήιστον ἑκούσιος· ἡ δὲ φυγοῦσα
ἠερίαις ταχύγουνος ἐπέτρεχε σύνδρομος αὔραις·
τῆς δὲ τιταινομένης ἀνεμώδεϊ γούνατος ὁρμῇ
πλοχμοὺς βοτρυόεντας ἀνερρίπιζον ἀῆται,
αὐχένα γυμνώσαντες ἐριδμαίνοντα Σελήνῃ·
φειδομένοις δὲ πόδεσσιν ἑκούσιος ἔτρεχε Μορρεύς,
πῇ μὲν ἐυρραφέων ποδὸς ἴχνια γυμνὰ πεδίλων
εἰς σφυρὰ παπταίνων ῥοδοειδέα, πῇ δὲ δοκεύων
πλαζομένης ἑλικηδὸν ὀπίστερα βόστρυχα χαίτης
Χαλκομέδην ἐδίωκε· καὶ ἴαχεν ἡδέι μύθῳ,
μείλιχον ἀφλοίσβοιο χέων ἔπος ἀνθερεῶνος·
μίμνέ με, Χαλκομέδεια, τὸν ἱμείροντα μαχητήν·
ῥύεται ἀγλαΐη σε, καἰ οὐ δρόμος· οὐ τόσον αἰχμαὶ
ἅνδρα βαλεῖν δεδάασιν, ὅσον σπινθῆρες Ἐρώτων.
δήιος οὐ γενόμην, μὴ δείδιθι· μαρνάμενον γάρ
χαλκείην σέο κάλλος ἐμὴν νίκησεν ἀκωκήν·
ἔγχεος οὐ χατέεις, οὐκ ἀσπίδος· ὑμετέρου γὰρ
ὡς ξίφος, ὡς δόρυ θοῦρον, ἔχεις ἀκτῖνα προσώπου,
καἰ μελίης πολὺ μᾶλλον ἀριστεύουσι παρειαί.
φρικτὸν ἐμῆς παλάμης λέλυται σθένος· οὐ νέμεσις γάρ,
εἰ δόρυ θοῦρον ἔχω νικώμενον, ὅττι καὶ αὐτὸς
Κύπριδος ἱσταμένης θηλύνεται ἄγριος Ἄρης.

---

Nonnus of Panopolis, Διονυσιακά, ed. W.H.D. Rouse. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2045.tlg001.local001/.
