Ancient Greek · ~7 min
Book 36, lines 36.0-36.46
Nonnus of Panopolis, Διονυσιακά 36.0-46
Not analysed yet
ἐν δὲ τριηκοστῷ ἕκτῳ μετὰ λύματα λύσσης Βάκχος Δηριαδῆι κορύσσεται εἶδος ἀμείβων.
ὣς φάμενος θάρσυνε γεγηθότας ἡγεμονῆας·
Δηριάδης δʼ ἑτέρωθεν ἑοὺς ἐκόρυσσε μαχητάς.
ἀμφοτέρῃ δὲ φάλαγγι θεοὶ ναετῆρες Ὀλύμπου
κεκριμένοι στέλλοντο κυβερνητῆρες Ἐνυοῦς,
οἱ μὲν Δηριαδῆος ἀρηγόνες, οἱ δὲ Λυαίου.
Ζεὺς μὲν ἄναξ μακάρων ὑψίζυγος ὑψόθι Κέρνης
Ἄρεος εἶχε τάλαντα παρακλιδόν· οὐρανόθεν δὲ
ἔμπυρον ὑδατόεις προκαλίζετο κυανοχαίτης
ἠέλιον, γλαυκῶπιν Ἄρης, Ἥφαιστος Ὑδάσπην·
Ἥρης δʼ ἀντικέλευθος ὀρεστιὰς Ἄρτεμις ἔστη·
Λητῴην δʼ ἐπὶ δῆριν ἐύρραπις ἤλυθεν Ἑρμῆς.
καὶ ζαθέου πολέμου διδυμόκτυπος ἔβρεμεν ἠχὼ
ἀμφοτέροις μακάρεσσιν, ἐπεσσυμένων δὲ κυδοιμῷ
Ἄρης ἑπταπέλεθρος ἐμάρνατο Τριτογενείῃ,
καἰ δόρυ θοῦρον ἴαλλεν· ἀνουτήτου δὲ θεαίνης
μέσσην αἰγίδα τύψεν, ἀθηήτου δὲ καρήνου
ἤλασε Γοργείης ὀφιώδεα λήια χαίτης,
Παλλάδος οὐτήσας λάσιον σάκος· ὀξυτενὴς δὲ
πεμπομένη ῥοιζηδὸν ἀκαμπέος ἔγχεος αἰχμὴ
ποιητὴν πλοκαμῖδα νόθης ἐχάραξε Μεδούσης.
κούρη δʼ ἐγρεκύδοιμος ἐπαΐξασα καὶ αὐτὴ
σύγγονον ἔγχος ἄειρεν ἐπʼ Ἄρεϊ Παλλὰς ἀμήτωρ,
κεῖνο, τό περ φορέουσα λεχώιον ἥλικι χαλκῷ
ἄνθορε πατρῴοιο τελεσσιγόνοιο καρήνου.
καὶ δαπέδῳ γόνυ κάμψε τυπεὶς περιμήκετος Ἄρης·
ἀλλά μιν ὀρθώσασα παλινδίνητον Ἀθήνη
μητρὶ φίλῃ μετὰ δῆριν ἀνούτατον ὤπασεν Ἥρῃ.
Ἥρῃ δʼ ἀντερίδαινεν ὀρεσσινόμου Διονύσου
Αρτεμις ὡς συνάεθλος ὀρεστιάς, ἰθυτενὲς δὲ
τόξον ἑὸν κύκλωσεν· ὁμοζήλῳ δὲ κυδοιμῷ
Ηρη Ζηνὸς ἑλοῦσα νέφος πεπυκασμένον ὤμοις
ἀρραγὲς ὡς σάκος εἶχε· καὶ Ἄρτεμις ἄλλον ἐπʼ ἄλλῳ
ἠερίης πέμπουσα διʼ ἄντυγος ἰὸν ἀλήτην
εἰς σκοπὸν ἀχρήιστον ἑὴν ἐκένωσε φαρέτρην,
καὶ νεφέλην ἄρρηκτον ὅλην ἐπύκαζεν ὀιστοῖς·
καὶ γεράνων μιμηλὸς ἔην τύπος ἠεροφοίτης
ἱπταμένων στεφανηδὸν ἀμοιβαίῳ τινὶ κύκλῳ·
καὶ νέφεϊ σκιόεντι πεπηγότες ἦσαν ὀιστοί·
ὠτειλὰς δʼ ἀχάρακτος ἀναίμονας εἶχε καλύπτρη.
καὶ κραναὸν κούφισσεν ὑπηνέμιον βέλος Ἥρη,
χειρὶ δὲ δινεύουσα πεπηγότα νῶτα χαλάζης
Αρτεμιν ἐστυφέλιξε χαραδρήεντι βελέμνῳ·
τόξου δʼ ἀγκύλα κύκλα συνέθλασε μάρμαρος αἰχμή·
οὐ δὲ μάχην ἀνέκοψε Διὸς δάμαρ· Ἀρτέμιδος δὲ
στήθεος ἄκρον ἔτυψε μεσαίτατον· ἡ δὲ τυπεῖσα
ἔγχεϊ παχνήεντι χαμαὶ κατέχευε φαρέτρην.