# Διονυσιακά 36.241-287

Nonnus of Panopolis, Διονυσιακά, Book 36, lines 36.241-36.287. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/nonnus-of-panopolis/text/36.241

Κολλήτης δʼ ἀπέλεθρος ἔχων περιμήκεα μορφήν,
δύσμαχος , ἐννεάπηχυς, ὁμοίιος Ἀλκυονῆι,
Βακχείης κατά μέσσον ἐμαίνετο δηιοτῆτος·
Βασσαρίδων δὲ φάλαγγα μετὰ κλόνον ἤθελεν ἕλκειν
εἰς εὐνὴν ἀνάεδνον ἀναγκαίων ὑμεναίων,
καὶ κενεῇ πολέμιζεν ἐπʼ ἐλπίδι, τηλίκος ἀνήρ,
οἷος ἔην θρασὺς Ὦτος ἀνέμβατον αἰθέρα βαίνων,
ἁγνὸν ἀνυμφεύτου ποθέων λέχος ἰοχεαίρης,
οἷος ἔην φιλέων καθαρῆς ὑμέναιον Ἀθήνης
ὑψινεφὴς ἐς Ὄλυμπον ἀκοντίζων Ἐφιάλτης·
Κολλήτης πέλε τοῖος ὑπέρτερος, αἰθέρι γείτων,
γηγενέος προγόνοιο θεημάχον αἷμα κομίζων,
Ἰνδοῦ πρωτογόνοιο· καὶ ἄρκιος ἔπλετο μορφῇ
δῆσαι θοῦρον Ἄρηα μεθʼ υἱέας Ἰφιμεδείης·
ἀλλὰ τόσον περ ἐόντα γυνὴ κτάνεν ὀξέι πέτρῳ,
Βακχιάδος Χαρόπεια κυβερνήτειρα χορείης.
καί τις ἀριστεύουσαν ἰδὼν ὑψαύχενα κούρην
θαῦμα χόλῳ κεράσας τρομερὴν ἐφθέγξατο φωνήν·
Ἆρες, Ἄρες, λίπε τόξα καὶ ἀσπίδα καὶ σέο λόγχην,
Ἆρες, ἐσυλήθης, λίπε Καύκασον· ἀνδροφόνους γὰρ
ἀλλοίας Διόνυσος Ἀμαζόνας εἰς μόθον ἕλκει·
ὁπλοφόρους δονέουσιν ἀνάσπιδες· ὑμετέρου γὰρ
οὐκ ἀπὸ Θερμώδοντος ἑὰς ἐκόμισσε γυναῖκας.
ξεῖνον ἴδον καὶ ἄπιστον ἐγὼ τύπον· οὐ σάκος ὤμοις,
οὐ δόρυ θοῦρον ἔχουσιν Ἀμαζονίδες Διονύσου·
οὐ τόσον εὐθώρηκες ἀριστεύουσι γυναῖκες
Καυκασίδες· βάκχαι δὲ φιλοπτόρθων ἀπὸ χειρῶν
φυλλάδας αἰχμάζουσι, καὶ οὐ χατέουσι σιδήρου.
ὤμοι Δηριάδαο μεμηνότος, ὅττι γυναῖκες
χαλκείους ὀνύχεσσι διασχίζουσι χιτῶνας.
ἔννεπε θαμβήσας κραναὸν βέλος, οἷον ἑλοῦσα
τηλίκον ὑψικάρηνον ἀπέκτανεν ἀνέρα Βάκχη.
Δηριάδης δʼ ἀκίχητος ἐπέδραμε θυιάσι Βάκχαις,
καὶ Χαρόπην ἐδίωκε λιθοσσόον· ἡ δὲ φυγοῦσα
μάρνατο θαρσήεσσα παρισταμένη Διονύσῳ,
θύρσον ἀκοντίζουσα φιλάνθεμον Εὐάδι χάρμῃ.
Δηριάδης δʼ Ὀρίθαλλον ἀπηλοίησε σιδήρῳ,
Κουρήτων ὁμόφυλον, Ἀβαντίδος ἀστὸν ἀρούρης.
καὶ κοτέων ἑτάροιο δεδουπότος ἀρχὸς Ἀβάντων
Καρμίνων βασιλῆα κατεπρήνιξε Μελισσεύς,
Κύλλαρον, ὀξυόεντι κατʼ αὐχένος ἄορι τύψας,
Λωγασίδην θʼ, ὃς μοῦνος, ἐπεὶ σοφὸς ἔσκε μαχητής,
Δηριάδῃ μεμέλητο δοριθρασέων πλέον Ἰνδῶν
καί μιν ἄναξ φιλέει μετὰ Μορρέα· πολλάκι δʼ αὐτῇ
Ὀρσιβόῃ καὶ ἄνακτι μιῆς ἔψαυσε τραπέζης,
θυγατέρων βασιλῆος ὁμέστιος· ἀμφοτέροις γὰρ
ἔγχεϊ καὶ πραπίδεσσιν ὑπέρβαλε σύντροφον ἥβην.

---

Nonnus of Panopolis, Διονυσιακά, ed. W.H.D. Rouse. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2045.tlg001.local001/.
