# Διονυσιακά 36.47-92

Nonnus of Panopolis, Διονυσιακά, Book 36, lines 36.47-36.92. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/nonnus-of-panopolis/text/36.47

καί οἱ ἐπεγγελόωσα Διὸς μυθήσατο νύμφη·
Ἄρτεμι, θηρία βάλλε· τί μείζοσιν ἀντιφερίζεις;
καὶ σκοπέλων ἐπίβηθι· τί σοὶ μόθος; οὐτιδανὰς δὲ
ἐνδρομίδας φορέουσα λίπε κνημῖδας Ἀθήνῃ·
καὶ λίνα σεῖο τίνασσε δολοπλόκα· θηροφόνοι γὰρ
σοὶ κύνες ἀγρώσσουσι, καὶ οὐ πτερόεντες ὀιστοί·
οὐ σὺ λεοντοφόνον μεθέπεις βέλος· ἀδρανέων γὰρ
σῶν καμάτων ἱδρῶτες ἀνάλκιδές εἰσι λαγωοί·
σῶν δʼ ἐλάφων ἀλέγιζε καὶ εὐκεράου σέο δίφρου,
δῶν ἐλάφων ἀλέγιζε· τί σοὶ Διὸς υἷα γεραίρειν
πορδαλίων ἐλατῆρα καὶ ἡνιοχῆα λεόντων;
ἢν δʼ ἐθέλῃς, ἔχε τόξον, Ἔρως ὅτι τόξα τιταίνει·
παρθενικὴ φυγόδεμνε μογοστόκε, πορθμὸν Ἐρώτων
κεστὸν ἔχειν ὤφελλες ἀοσσητῆρα λοχείης,
σὺν Παφίῃ, σὺν Ἔρωτι· σὺ γὰρ κρατέεις τοκετοῖο.
ἀλλά, τελεσσιγόνοιο κυβερνήτειρα γενέθλης,
ἔρχεο παιδοτόκων ἐπὶ παστάδα θηλυτεράων,
καὶ λοχίοις βελέεσσιν ὀιστεύουσα γυναῖκας
εἴκελος ἔσσο λέοντι λεχωίδος ἐγγύθι νύμφης,
ἀντὶ φιλοπτολέμοιο μογοστόκος. ἀλλὰ καὶ αὐτῆς
λῆγε σαοφρονέουσα σαόφρονος εἵνεκα μίτρης,
ὅττι τεῶν μελέων μεθέπων τύπον ὑψιμέδων Ζεὺς
παρθενικὰς ἀγάμους νυμφεύεται· εἰσέτι κείνην
εἰκόνα σὴν βοόωσι γαμοκλόπον Ἀρκάδες ὗλαι,
Καλλιστοῦς ἀγάμοιο γαμοστόλον, ὑμετέρην δὲ
ἔμφρονα μάρτυρον ἄρκτον ἔτι στενάχουσι κολῶναι
μεμφομένην νόθον εἶδος ἐρωμανὲς ἰοχεαίρης,
θηλυτέρης ὅτε λέκτρον ἐδύσατο θῆλυς ἀκοίτης.
ἀλλὰ τεὴν ἀνόνητον ἀπορρίψασα φαρέτρην
Ἥρης κάλλιπε δῆριν ἀρείονος· ἢν δʼ ἐθελήσῃς,
ὡς λοχίη πολέμιζε τελεσσιγάμῳ Κυθερείῃ.
ἔννεπε, τειρομένην δὲ παρήλυθεν Ἄρτεμιν Ἥρη.
τὴν δὲ φόβῳ μεθύουσαν ἀπὸ φλοίσβοιο κομίζων
ἀμφοτέρῳ πήχυνε κατηφέι Φοῖβος ἀγοστῷ,
καί μιν ἄγων ἔστησεν ἐρημάδος ἔνδοθι λόχμης·
νοστήσας δʼ ἀκίχητος ὁμίλεε θέσπιδι χάρμῃ.
καὶ βυθίου προμάχου πυρόεις πρόμος ἀντίος ἔστη,
Φοῖβος ἐς ὑσμίνην Ποσιδήιον· ἀμφὶ δὲ νευρῇ
θῆκε βέλος καὶ πυρσὸν ἐκούφισε Δελφίδι πεύκῃ
ἀμφοτέρῃ παλάμῃ περιδέξιος, ὄφρα κορύσσῃ
ὁλκῷ κυματόεντι σέλας καὶ τόξα τριαίνῃ.
αἰχμὴ δʼ αἰθαλόεσσα καὶ ὑδατόεντες ὀιστοὶ
σύμπεσον ἀλλήλοισι· κορυσσομένοιο δὲ Φοίβου
Αρεος ἐσμαράγησε μέλος πατρώιος Αἰθήρ,
βρονταῖον κελάδημα· θυελλήεσσα δὲ σάλπιγξ
οὔασι Φοιβείοισιν ἐπέκτυπε ποντιὰς Ἠχώ·

---

Nonnus of Panopolis, Διονυσιακά, ed. W.H.D. Rouse. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2045.tlg001.local001/.
