Ancient Greek · ~7 min
Book 37, lines 37.144-37.191
Nonnus of Panopolis, Διονυσιακά 37.144-191
Not analysed yet
εἰ πέδον Ἀονίης ἢ Φωκίδος αἷμα κομίζει,
Πύθιον Ἀπόλλωνι τετιμένον οἶδεν ὰγῶνα·
εἰ μεθέπει σοφὸν οὖδας ἐλαιοκόμου Μαραθῶνος,
ἔγνω πιαλέης ἐγκύμονα κάλπιν ἐέρσης·
εἰ πέλεν εὐώδινος Ἀχαιίδος ἀστὸς ἀρούρης,
Πελλήνην δεδάηκεν, ὅπῃ ῥιγηλὸν ἀγῶνα
ἄνδρες ἀεθλεύουσι φιλοχλαίνου περὶ νίκης,
χειμερίῳ σφίγγοντες ἀθαλπέα γυῖα χιτῶνι·
εἰ ναέτης βλάστησεν ἁλιζώνοιο Κορίνθου,
Ἴσθμιον ἡμετέροιο Παλαίμονος οἶδεν ἀγῶνα.
ὣς φαμένου σπεύδοντες ἐπέτρεχον ἡγεμονῆες,
δίφρα περιτροχόωντες ἀμοιβαδίς· ὠκυπόδην δὲ
Ξάνθον ἄγων πρώτιστος ὑπὸ ζυγὰ δῆσεν Ἐρεχθεὺς
ἄρσενα, καὶ θήλειαν ἐπεσφήκωσε Ποδάρκην,
οὓς Βορέης ἔσπειρεν ἐυπτερύγων ἐπὶ λέκτρων
Σιθονίην Ἅρπυιαν ἀελλόπον εἰς γάμον ἕλκων,
καί σφεας, Ὠρείθυιαν ὅθʼ ἥρπασεν Ἀτθίδα νύμφην,
ὤπασεν ἕδνον ἕρστος Ἐρεχθέι γαμβρὸς ἀήτης.
δεύτερος Ἀκταίων Ἰσμηνίδα πάλλεν ἱμάσθλην·
καὶ τρίτος ὑγρομέδοντος ἀπόσπορος ἐννοσιγαίου
Σκέλμις ἔην ταχύπωλος, ὃς ἔγραφε πολλάκις ὕδωρ
πάτριον ἰθύνων Ποσιδήιον ἅρμα θαλάσσης.
τέτρατος ἄνθορε Φαῦνος, ὃς εἰς μέσον ἧλθεν ἀγῶνος
μοῦνος ἔχων τύπον ἶσον ἑῆς γενέταο τεκούσης,
Ἠελίου μίμημα φέρων τετράζυγας ἵππους·
καὶ Σικελῶν ὀχέων ἐπεβήσατο πέμπτος Ἀχάτης,
οἶστπον ἔχων Πισαῖον ἐλαιοκόμου ποταμοῖο,
ἱπποσύνης ἀκόρητος, ἐπεὶ πέδον ᾤκεε νύμφης
Ἀλφειοῦ δυσέρωτος ὃς εἰς Ἀπέθουσαν ἱκάνει
ἄβροχον ἕδνον ἔρωτος ἄγων στεφανηφόρον ὕδωρ.
καὶ θρασὺν Ἀκταίωνα λαβὼν ἀπάνευθεν ὁμίλου
παιδὶ πατὴρ σπεύδοντι φίλους ἐπετέλλετο μύθους·
Τέκνον Ἀρισταίοιο περισσονόοιο τοκῆος,
οἶδα μέν, ὅττι φέρεις σθένος ἄριον, ὅττι κομίζεις
σύμφυτον ἠνορέῃ κεκερασμένον ἄνθεμον ἥβης,
πάτριον αἷμα φέρων Φοιβήιον, ἡμέτεραι δὲ
κρείσσονες ἀίσσουσιν ἐπὶ δρόμον Ἀρκάδες ἵπποι·
ἀλλὰ ματην τάδε πάντα, καὶ οὐ σθένος, οὐ δρόμος ἵππων
νικῆσαι δεδάασιν, ὅσον φρένες ἡνιοχῆος·
μούνης κερδοσύνης ἐπιδεύεαι· ἱπποσύνη γὰρ
χπηίζει πινυτοῖο δαήμονος ἡνιοχῆος.
ἀλλὰ σὺ πατρὸς ἄκουε, καὶ ἵππια κέρδεα τέχνης,
ὅσσα χρόνῳ δεδάηκα πολύτροπα, καὶ σὲ διδάξω.
σπεῦδε, τέκος, γενετῆρα τεαῖς ἀρετῇσι γεραίρειν·
καὶ δρόμος ἱπποσύνης μεθέπει κλίος, ὅσσον Ἐνυώ·
σπεῦδε καὶ ἐν σταδίοισι μετὰ πτολέμους με γεραίρειν·
Ἄρεα νικήσας ἑτέρην ὑποδύσεο νίκην,
ὄφρα μετʼ αἰχμητῆρα καὶ ἀθλοφόρον σε καλέσσω.