# Διονυσιακά 37.192-235

Nonnus of Panopolis, Διονυσιακά, Book 37, lines 37.192-37.235. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/nonnus-of-panopolis/text/37.192

ὦ τέκος, ἄξια ῥέξον ὁμογνήτῳ Διονύσῳ,
ἄξια καὶ Φοίβοιο καὶ εὐπαλάμοιο Κυρήνης,
καὶ καμάτους νίκησον Ἀρισταίοιο τοκῆος·
ἱπποσύνην δʼ ἀνάφαινε, φέρων τεχνήμονα νίκην,
κερδαλέην σέο μῆτιν, ἐπεὶ κατὰ μέσσον ἀγῶνος
ἄλλος ἀνὴρ ἀδίδακτος ἀπόσσυτον ἅρμα παρέηκων
πλάζεται ἔνθα καὶ ἔνθα, καὶ ἀντιπόρων δρόμος ἵππων
ἄστατος οὐ μάστιγι βιάζεται, οὐδὲ χαλινῷ
πείθεται, ἡνίοχος δὲ μετάτροπος ἔκτοθι νύσσης
ἕλκεται, ἧχι φέρουσιν ἀπειθέες ἅρπαγες ἵπποι·
ὃς δέ κε τεχνήεντι δόλῳ μεμελημένος εἴη
ἡνίοχος πολύμητις, ἔχων καὶ ἐλάσσονας ἵππους,
ἰθύνει, προκέλευθον ὀπιπεύων ἐλατῆρα,
ἐγγὺς ἀεὶ περὶ νύσσαν ἄγων δρόμον, ἅρμα δὲ κάμπτει
ἱππεύων περὶ τέρμα καὶ οὔ ποτε τέρμα χαράσσων.
σκέπτεό μοι καὶ σφίγγε κυβερνητῆρι χαλινῷ
δοχμώσας ὅλον ἵππον ἀπιστεπὸν ἐγγύθι νύσσης,
λοξὸς ἐπὶ πλευρῇσι παρακλιδὸν ἅρμα βαρύνων,
ἀγχιφανὴς ἄψαυστος ἀναγκαίῳ τινὶ μέτρῳ
σὸν δρόμον ἰθύνων, πεφυλαγμένος, ἄχρι φανείη
πλήμνη ἑλισσομένου σέθεν ἅρματος οἷά περ ἄκρου
τέρματος ἁπτομένη τροχειδέι γείτονι κύκλῳ·
ἀλλὰ λίθον πεφύλαξο, μὴ ἄξονι νύσσαν ἀράξας
εἰν ἑνὶ δηλήσαιο καὶ ἅρματα καὶ σέθεν ἵππους.
καὶ τεὸν ἔνθα καὶ ἔνθα κατὰ δρόμον ἅρμα νομεύων
ἔσσο κυβερνήτῃ πανομοίιος· ἀμφότερον δέ,
κέντρῳ ἐπισπέρχων, προχέων πλήξιππον ἀπειλήν,
δεξιὸν ἵππον ἔλαυνε, θοώτερον εἰς δρόμον ἕλκων
ἀθλιβέος μεθέποντα παρειμένα κύκλα χαλινοῦ·
ἔσσο κυβερνήτῃ πανομοίιος ἅρμα νομεύων
εἰς δρόμον ἰθυκέλευθον, ἐπεὶ τεχνήμονι βουλῇ
πηδάλιον δίφροιο πέλει νόος ἡνιοχῆος.
ὥς εἰπὼν παλίνορσος ἐχάζετο, παῖδα διδάξας
ἠθάδος ἱπποσύνης ἑτερότροπα κέρδεα τέχνης.
καὶ κυνέης ἔντοσθεν ἐθήμονος ἄλλος ἐπʼ ἄλλῳ
τυφλὴν χεῖρα τίταινε φυλασσομένοιο προσώπου,
κλῆρον ἔχειν ἐθέλων ἑτερότροπον, οἷά τις ἀνὴρ
εἰς κύβον ἀλλοπρόσαλλον ἑκηβόλα δάκτυλα πάλλων.
καὶ λάχον ἡνιοχῆες ἀμοιβαδίς· ἱππομανὴς δὲ
Φαῦνος ἀειδομένης Φαεθοντίδος αἷμα γενέθλης
κλήρῳ πρῶτος ἔην, καὶ δεύτερος ἦεν Ἀχάτης,
τῷ δʼ ἐπὶ Δαμναμενῆος ἀδελφεός, ἀμφὶ δʼ ἄρʼ αὐτῷ
ἔλλαχεν Ἀκταίων· ὁ δὲ φέρτατος εἰς δρόμον ἔστη
ὑστατίου κλήροιο τυχὼν πλήξιππος Ἐρεχθεύς.

---

Nonnus of Panopolis, Διονυσιακά, ed. W.H.D. Rouse. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2045.tlg001.local001/.
