Ancient Greek · ~7 min
Book 37, lines 37.50-37.97_95
Nonnus of Panopolis, Διονυσιακά 37.50-97_95
Not analysed yet
ἐν δʼ ἐτίθει μέλιτος καὶ ἀλείφατος ἀμφιφορῆας.
καὶ πολέες σφάζοντο βόες καὶ πώεα ποίμνης
πρόσθε πυρῆς· κταμένων δὲ βοῶν ἐπενήνεε νεκρῷ
σώματα κυκλωθέντα καὶ ἀρτιτόμων στίχας ἵππων,
ὧν ἄπο δημὸν ἅπαντα λαβὼν στοιχηδὸν ἑκάστου,
ἀμφὶ νέκυν στορέσας, κυκλώσατο πίονα μίτρην.
ἔνθα πυρὸς χρέος ἔσκε· φιλοσκοπέλοιο δὲ Κίρκης
Φαῦνος ἐρημονόμος, Τυρσηνίδος ἀστὸς ἀρούρης,
ὡς πάις ἀγροτέρης δεδαημένος ἔργα τεκούσης,
πυρσοτόκους λάιγγας, ὀρειάδος ὄργανα τέχνης,
ἤγαγεν ἐκ σκοπέλοιο, καί, ὁππόθι σήματα Νίκης
ἠερόθεν πίπτοντες ἐπιστώσαντο κεραυνοί,
λείψανα θεσπεσίου πυρὸς ἤγαγεν, ὥς κεν ἀνάψῃ
πυρκαϊὴν φθιμένοιο· Διοβλήτῳ δὲ θεείῳ
ἀμφοτέρων ἔχρισε λίθων κενεῶνας ἀλείψας
πυρσοτόκων· καὶ λεπτὸν Ἐρυθραίοιο κορύμβου
κάρφος ἀποξύσας διδυμάονι μίγνυε πέτρῳ·
τρίβων δʼ ἔνθα καὶ ἔνθα καὶ ἄρσενι θῆλυν ἀράσσων
ἔγκρυφον αὐτολόχευτον ἀνείρυε λαΐνεον πῦρ,
πυρκαϊῇ δʼ ὑπέθηκεν, ὅπῃ πέλεν ἀγριὰς ὕλη.
οὐ δὲ πυρὴν φθιμένου περιδέδρομεν ἁπτόμενον πῦρ,
ἀλλὰ θεὸς Φαέθοντος ἐναντίον ὄμμα τανύσσας
ἀγχιφανὴς ἐκάλεσσεν Ἑώιον Εὖρον ἀήτην,
πυρκαϊῆς ἐπίκουρον ἄγειν ἀντίπνοον αὔρην.
καὶ Βρομίου καλέοντος Ἑωσφόρος ἔκλυε γείτων
ἱκεσίης, καὶ γνωτὸν ἑὸν προίηκε Λυαίῳ,
ἄσθματι πυκνοτέρῳ φλογοειδέα πυρσὸν ἀνάπτειν.
καὶ θάλαμον ῥοδόεντα λιπὼν μητρώιον Ἠοῦς
πυρκαϊὴν φλογόεσσαν ἀνερρίπιζεν ἀήτης
πάννυχος, αἰθύσσων ἀνεμοτρεφὲς ἁλλόμενον πῦρ·
καὶ σέλας ἠκόντιζον ἐς ὴέρα θυιάδες αὖαι,
γείτονες Ἠελίοιο. σὺν ἀχνυμένῳ δὲ Λυαίῳ
Ἀστέριος Δικταῖος, ὁμόγνιον αἷμα κομίσων,
Κνώσσιον ἀμφικύπελλον ἔχων δέπας ἡδέος οἴνου
εὐόδμου, δαπέδοιο χυτὴν ἐμέθυσσε κονίην,
ψυχὴν ἠνεμόφοιτον Ἀρεστορίδαο γεραίρων.
Ἀλλʼ ὅτε δὴ δροσεροῖο προάγγελος ἅρματος Ἠοῦς
ὄρθρος ἐρευθιόων ἀμαρύσσετο νύκτα χαράσσων,
δὴ τότε πάντες ὄρουσαν, ἀμοιβαίνῳ δὲ κυπίλλῳ
πυρκαϊὴν ἑτάροιο κατέαβεσαν ἰκμάδι Βάκχου.
καὶ βαλίαις πτερύγεσσιν ἐχάζετο θερμὸς ἀήτης
εἰς δόμον Ἠελίοιο φαεσφόρον. Ἀστέριος δὲ
ὀστέα συλλέξας κεκαλυμμένα δίπλακι δημῷ
εἰς χρυσέην φιάλην κατεθήκατο λείψανα νεκροῦ.
καὶ τροχαλοὶ Κκορύβαντες, ἐπεὶ λάχον ἔνδιον Ἴδης,
νεκρὸν ἐταρχύσαντο, μιῆς οἰκήτορα πάτρης,
Κρήτης γνήσιον αἷμα, βαθυνομένων δὲ θεμέθλων
τύμβον ἐτορνώσαντο πεδοσκαφέος διὰ κόλπου·