Ancient Greek · ~7 min
Book 37, lines 37.729-37.774
Nonnus of Panopolis, Διονυσιακά 37.729-774
Not analysed yet
καὶ μίτος εἰς χθόνα πῖπτε. διʼ ὑψιπόρου δὲ κελεύθου
ὄμμα φέρων ἑλικηδόν, ὑπἐρ νεφέων δὲ δοκεύων
τοξευτὴρ Ὑμέναιος έτοιμοτάτης ἀπὸ νευρῆς
εἰς σκοπὸν ἠερόφοιτον ὑπηνέμιον βέλος ἕλκων
ὀξύτερον προέηκε, πελειάδος ἄντα τιταίνων·
καὶ πτερόεις πεπότητο διʼ ἠέρος ἰὸς ἀλήτης
ἀκροφανής, μέσα νῶτα παραξύων νεφελάων,
συρίζων ἀνέμοισι· βέλος δʼ ἴθυνεν Ἀπόλλων
πιστὰ φέρων δυσέρωτι κασιγνήτῳ Διονύσῳ·
ἱπταμένης δʼ ἐτύχησε πελειάδος, ἐσσυμένης δὲ
στήθεος ἄκρον ἔτυψε· βαρυνομένου δὲ καρήνου
ὄρνις ἀελλήεσσα διʼ ἠέρος ἔμπεσε γαίῃ·
ἡμιθανὴς δὲ πέλεια περὶ πτερὰ πάλλε κονὶῃ,
ποσσὶ περισκοίρουσα χοροπλεκέος Διονύσου.
καὶ θεὸς ἡβητῆρος ἀναθρῴσκων ἐπὶ νίκῃ
χεῖρας ἐπεπλατάγησεν ἐπικλάγξας Ὑμεναίῳ·
ξυνοὶ δʼ εἰν ἑνὶ πάντες, ὅσοι παρέμιμνον ἀγῶνι,
ἀγχινεφῆ θάμβησαν ἑκηβολίην Ὑμεναίου.
καὶ γελόων Διόνυσος ἑαῖς παλάμῃσιν ἐρύσσας
ἡνίονον πόρε δῶρον ὀφειλομένην Ὑμεναίῳ·
καὶ γέρας Ἀστερίοιο δέπας κούφιζον ἑταῖροι.
καὶ φιλίην ἐπὶ δῆριν ἀκοντιοτῆρας ἐμεἰγων
Ἰνδικὰ Βάκχος ἄεθλα φέρων παρέθηκεν ἀγῶνι,
διχθαδίην κνημῖδα καὶ Ἰνσῴης λίθον ἅλμης.
ὀρθωθεὶς δʼ ἀγόρευε, δύω δʼ ἐκέλευσε μαχηταῖς,
ὄφρα μόθῳ παίζοντι καὶ οὐ κτείνοντι σιδήρῳ
μιμηλήν τελέσωσιν ἀναίμονος εἰκόνα χάρμης·
Οὗτος ἀγὼν δύο φῶτας ἀκοντιστῆρας ἐγείρων
μείλιχον οἶδεν Ἄρηα καὶ εὐδιόωσαν Ἐνυώ.
ὣς φαμένου Βρομίοιο σιδήρεα τεύχεα πάλλων
Ἀστέριος κεκόρθστο, καὶ Αἰακὸς εὶς μέσον ἔστη
χάλκεον ἔγχος ἔχων, πολυδαίδαλον ἀσπίδα πάλλων,
οἷα λέων ἄγραυλος ἐπαΐσσων τινὶ ταύρῳ
ἢ συΐ λαχνήεντι· σιδηρείῳ δέ χιτῶνι
εἰς μέσον ἐρρώοντο καλυψάμενοι δέμας ἄμφω
Ἄρεος αἰχμητῆρες· ὁ μὲν δόρθ θοῦρον ἰάλλων
Ἀστέριος, Μίνωος ἔχων πατρώιον ἀλκήν,
οὔτασε δεξιτεροῖο βραχίονος ἄκρον ἀμύξας·
ὃς δὲ κατʼ ἀσφαράγοιο σιδήρεον ἔγχος ἀείρων
Αἰακός, ὑψιμέδοντος ἑοῦ Διὸς ἄξια ῥέξων,
νύξαι μὲν μενέαινε μεσαίτατον ἀνθερεῶνα·
ἀλλά ἑ Βάκχος ἔρυκε καὶ ἥρπασε φοίνιον αἰχμήν,
αὐχένα μὴ πλήξειεν ἀκοντιστῆρι σιδήρῳ·
ἀμφοτέρους δʼ ἀνέκοψε καὶ ἴαχε θυιάδι φωνῇ·
Ῥίψατε τεύχεα ταῦτα φίλην στήσαντες Ἐνυώ·
ἄρθμιος οὗτος Ἄπης, καὶ ἀνούτατοί εἰσιν ἀγῶνες.