# Διονυσιακά 37.98-143

Nonnus of Panopolis, Διονυσιακά, Book 37, lines 37.98-37.143. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/nonnus-of-panopolis/text/37.98

καὶ κόνιν ὀθνείην πυμάτην ἐτέχευαν Ὀφέλτῃ,
καὶ τάφον αἰπυτέροισιν ἀνεστήσαντο δομαίοις,
τοῖον ἐπιγράψαντες ἔπος νεοπενθέι τύμβῳ·
νεκρός Ἀρεστορίδης μινυώριος ἐνθάδε κεῖται,
Κνώσσιος, Ἰνδοφόνος, Βρομίου συνάεθλος, Ὀφέλτης.
καὶ θεὸς ἀμπελόεις ἐπιτύμβια δῶρα κομίζων
αὐτόθι λαὸν ἔρυκε, καὶ ἵζανεν εὐρὺν ἀγῶνα,
τέρμα δρόμου τελέσας ἱππήλατον· ἐν δαπέδῳ δέ
ὀργυίης ἰσόμετρος ἔην λίθος εὐρέι μέτρῳ,
ἡμιτόμου κύκλοιο φέρων τύπον, εἰκόνα μήνης,
ἀντιτύποις λαγόνεσσιν ἐύξοος, οἷον ὑφαίνων
ἐργοπόνοις παλάμῃσι γέρων τορνώσατο τέκτων,
ἔνθεον ἀσκῆσαι ποθέων βρέτας· ὃν τότε γαίῃ
κουφίζων παλάμῃσι πέλωρ ἱδρύσατο Κύκλωψ
νύσσης λαϊνέης ἀντίρροπν, ἶσον ἐκείνῳ
ἀντόπορον λίθον ἄλλον ὁμόζυγον ἐν χθονἰ πήξας.
ποικίλα δʼ ἦεν ἄεθλα, λέβης, τρίπος, ἀσπίδες, ἵπποι,
ἄργυρος, Ἰνδὰ μέταλλα, βόες, Πακτώλιος ἰλύς.
καὶ θεὸς ἱππήεσσιν ἀέθλια θήκατο νίκης·
πρώτῳ μὲν θέτο τόξον Ἀμαζονίην τε φαρέτρην
καὶ σάκος ἡμιτέλεστον Ἀρηιφίλην τε γυναῖκα,
τήν ποτε Θερμώδοντος ὑπʼ ὀφρύσι πεζὸς ὁδεύων
λουομένην ζώγρησε, καὶ ἤγαγεν εἰς πόλιν Ἰνδῶν·
δευτέρῳ ἵππον ἔθηκε Βορειάδι σύνδρομον αὔρῃ,
ξανθοφυῆ, δολιχῇσι κατάσκιον αὐχένα χαίταις,
ἡμιτελὲς κυέουσαν ἔτι βρέφος, ἧς ἔτι φόρτῳ
ἵππιον ὄγκον ἔχουσα γονῆς οἰδαίνετο γαστηρ·
καὶ τριτάτῳ θώρηκα, καὶ ἀσπίδα θῆκε τετάρτῳ·
τὸν μὲν ἀριστοπόνος τεχνήσατο Λήμνιος ἄκμων
ἀσκήσας χρυσέῳ δαιδάλματι, τῆς δʼ ἐνὶ μέσσῳ
ὀμφαλὸς ἀργυρέῳ τροχόεις ποικίλλετο κόσμῳ·
πέμπτῳ δοιὰ τὰλαντα, γέρας Πακτωλίδος ὄχθης.
ὀρθωθεὶς δʼ ἀγόρευεν ἐπισπέρχων ἐλατῆρας·
ὦ φίλοι, οὓς ἐδίδαξεν Ἄρης πολίπορθον Ἐνυώ,
οἷς δρόμον ἱπποδύνης δωρήσατο κυανοχαίτης,
οὐ μὲν ἐγώ καμάτων ἀδαήμονας ἄνδρας ἐπείγω,
ἀλλὰ πόνοις βριαροῖσιν ἐθήμονας· ἡμέτεροι γὰρ
παντοίαις ἀρετῇσι μεμηλότες εἰσὶ μαχηταί·
εἰ γὰρ ἀπὸ Τμώλοιο γένος λάχε Λύδιος ἀνήρ,
ἱππείης τελέσει Πελοπηίδος ἄξια νίκης·
εἰ δὲ πέδον Πισαῖον ἔχει μαιήιον ἵππων
Ἤλιδος εὐδίφροιο καὶ Οἰνομαοιο πολίτης,
οἶδεν Ὀλυμπιάδος κοτινηφόρον ὄζον ἐλαίης·
ἀλλʼ οὐκ Οἰνομάοιο πέλει δρόμος, οὐκ ἐλατῆρες
ἐνθάδε κέντρον ἔχουσι κακοξείνων ὑμεναίων,
ἀλλʼ ἀρετῇς δρόμος οὗτος, ἐλεύθερος ἀφρογενείης·

---

Nonnus of Panopolis, Διονυσιακά, ed. W.H.D. Rouse. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2045.tlg001.local001/.
