# Διονυσιακά 4.139-181

Nonnus of Panopolis, Διονυσιακά, Book 4, lines 4.139-4.181. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/nonnus-of-panopolis/text/4.139

χείλεα σιγήσαιμι· τὸ δὲ στόμα, πορθμὸν Ἐρώτων,
πειθὼ ναιετάουσα χέει μελιηδέα φωνήν,
καὶ Χάριτες μεθέπουσιν ὅλον δέμας· ἄκρα δὲ χειρῶν
αἰδέομαι κρίνειν, ἵνα μὴ γάλα λευκὸν ἐλέγξω·
δέχνυσο δειλαίην με συνέστιον· ἠιθέου δὲ
δεξιτερῆς ψαύουσα καὶ ἀμφαφόωσα χιτῶνα
κρυπταδίης εὕροιμι παρήγορα φάρμακα νούσου·
αὐχένα γυμνὸν ἴδοιμι καὶ ἑζομένοιο πιέσσω
δάκτυλον ὡς ἀέκουσα, καὶ ἡμετέρου διὰ κόλπου
τεθναίην ὅτε μοῦνον ἀφειδέα χεῖρα χαλάσσας
ἀμφοτέρων θλίψειεν ἐλεύθερον ἄντυγα μαζῶν,
χείλεσιν ἡμετέρουσι μεμυκότα χείλεα πήξας,
τέρπων ἀκροτάτοισι φιλήμασιν· ἠίθεον δὲ
εἰσέτι πηχύνουσα καὶ εἰς Ἀχέροντα περήσω
αὐτομάτη, γλυκερὸν δὲ πολυκλαύτῳ παρὰ Λήθῃ
λέξω καὶ φθιμένοισιν ἐμὸν μόρον, ὥς κεν ἐγείρω
οἶκτον ὁμοῦ καὶ ζῆλον ἀθελγέι Περσεφονείῃ·
καὶ Χαρίτων πνείοντα φιλήματα κεῖνα διδάξω
θηλυτέρας δυσέρωτας, ὅσας κτάνεν ἱμερόεν πῦρ,
καὶ νέκυας τελέσω ζηλήμονας, εἰ παρὰ Λήθῃ
εἰς Παφίην μετὰ πότμον ἔτι φθονέουσι γυναῖκες.
ἕσπομαι, ἢν ἐθέλῃς, καὶ ὁμόστολος, οὐ τρομέω δὲ
πλαγκτοσύνην ἀδίδακτον. ἀμείλιχε, γίνεο Κάδμου
κουριδίη παράκοιτις· ἐγὼ θαλαμηπόλος εἴην
ἀμφοτέροις θεράπαινα, καὶ Ἁρμονίῃ καὶ ἀκοίτῃ.
ἀλλὰ πάλιν τρομέω σε, καὶ εἰ κρύπτειν μενεαίνεις,
μή ποτέ σοι διὰ λέκτρα χόλον καὶ ζῆλον ἐγείρω,
ὅττι, θεά περ ἐοῦσα καὶ αἰθέρος ὄρχαμος, Ἥρη
Ζηνὸς ἐπιχθονίῃσι νόθαις ἀλόχοισι μεγαίρει·
Εὐρώπῃ κεχόλωτο καὶ ἤκαχεν ἄστατον Ἰώ·
οὐδὲ θεὰς μεθέηκε· χολωομένης δὲ τεκούσης
ἤλασεν ὠδίνουσαν Ἄρης ἐγκύμονα Λητώ.
εἰ μὴ ζῆλος ἔχει σε, πόθων ἵνα φάρμακον εὕρω,
εἰς μίαν ἠριγένειαν ἐμοὶ πόρε τοῦτον ἀκοίτην,
ναί, λίτομαι, καὶ νυκτὸς ἕνα δρόμον· εἰ δὲ μεγαίρεις,
χειρὶ τεῇ με δάιξον, ὅπως ἄμπαυμα νοήσω
τηλίκον ἀπρήυντον ἀεὶ κατὰ νύκτα καὶ ἠῶ
ἐνδόμυχον μεθέπουσα περὶ φρένα βοσκόμενον πῦρ.
εἶπε, καὶ Ἁρμονίην φυγοδέμνιον ἤλασε κεστῷ
εἰς πλόον οἰστρήσασα πόθῳ πειθήμονα κούρην.
ἡ δὲ μεταστρέψασα νόον διδυμάονι βουλῇ
ξεῖνον ἔχειν μενέαινε καὶ ἤθελε πατρίδα ναίειν,
καί τινα μῦθον ἔειπεν ἱμασσομένη νόον οἴστρῳ·

---

Nonnus of Panopolis, Διονυσιακά, ed. W.H.D. Rouse. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2045.tlg001.local001/.
