Ancient Greek · ~7 min
Book 4, lines 4.96-4.138
Nonnus of Panopolis, Διονυσιακά 4.96-138
Not analysed yet
ὀλβίη, ἣν ἐπόθησεν ἑκηβόλος· αἴθε καὶ αὐτῆς
Πεισινόης σπεύσειεν ἔχειν ὑμέναιον Ἀπόλλων·
οὐ μὲν ἐγώ ποτε Φοῖβον ἀναίνομαι, οἷά τε Δάφνη,
οὐ νόον Ἁρμονίης μιμήσομαι· ἀλλὰ λιποῦσα
κλῆρον ἐμὸν καὶ δῶμα καὶ οὓς ποθέω γενετῆρας,
ἵξομαι Ἀπόλλωνι συνέμπορος εἰς ὑμεναίους.
μέμνημαί ποτε τοῖον ἐγὼ τύπον· ἡμετέρῳ γὰρ
εἰς δόμον ὀμφήεντα συνεσπομένη γενετῆρι
Πύθιον εἶδον ἄγαλμα, καὶ ὡς τεὸν εἶδον ἀλήτην,
ὠισάμην Φοίβοιο πάλιν βρέτας ἐνθάδε λεύσσειν.
ἀλλʼ ἐρέεις, ὅτι Φοῖβος ἔχει χρυσαυγέα μίτρην·
χρύσεος ἔπλετο Κάδμος ὅλον δέμας· ἢν δʼ ἐθελήσῃς,
δμῶας ἐμοὺς ἔχε πάντας ἀπείρονας, ἀντὶ δὲ κείνου
χρυσὸν ἐμὸν ξύμπαντα καὶ ἄργυρον ἐγγυαλίξω,
καὶ Τυρίης ὀπάσω βασιλήια πέπλα θαλάσσης
καὶ δόμον, ἢν ἐθέλῃς, πατρώιον· εἰ θέμις εἰπεῖν,
δέχνυσο καὶ γενέτην καὶ μητέρα, δέχνυσο πάσας
ἀμφιπόλους, καὶ μοῦνον ἐμοὶ πόρε τοῦτον ἀκοίτην.
παρθένε, τί τρομέεις; σὺ μὲν εἴαρι ποντοπορήσεις
στεινὸν ὕδωρ πλώουσα, σὺν ἱμερόεντι δὲ Κάδμῳ
ὠκεανὸν περίμετρον ἐγὼ κατὰ χεῖμα περήσω.
μὴ τρομέοις ἁλὸς οἶδμα βαρύβρομον, ὅττι σαώσει
εἰν ἁλὶ φόρτον Ἔρωτος ἁλὸς θυγάτηρ Ἀφροδίτη.
παρθένε, Κάδμον ἔχεις, μὴ δίζεο θῶκον Ὀλύμπου.
οὐ ποθέω στίλβουσαν Ἐρυθραίην λίθον Ἰνδῶν,
οὐ φυτὸν Ἑσπερίδων παγχρύσεον, οὐδέ με τέρπει
Ἡλιάδων ἤλεκτρον, ὅσον μία νυκτὸς ὀμίχλη,
τῇ ἔνι Πεισινόην προσπτύξεται οὗτος ἀλήτης.
εἰ δὲ γένος μεθέπεις ἐξ Ἄρεος, ἐξ Ἀφροδίτης,
σοὶ γάμον ἄξιον εὗρε γάμων ταμίη σέο μήτηρ.
οὔ ποτε τηλίκον ἄνθος ἐσέδρακον· αὐτόματον γὰρ
εἰαρινὸν δώρημα φύσις δωρήσατο Κάδμῳ·
εἶδον ἐγὼ παλάμην ῥοδοδάκτυλον, εἶδον ὀπωπὴν
ἡδὺ μέλι στάζουσαν· ἐρωτοτόκου δὲ προσώπου
ὡς ῥόδα φοινίσσουσι παρηίδες, ἀκροφαῆ δὲ
δίχροα χιονέων ἀμαρύσσεται ἴχνια ταρσῶν
μεσσόθι πορφύροντα, καὶ ὡς κρίνον εἰσὶν ἀγοστοί.
καλλείψω πλοκαμῖδας, ὅπως μὴ Φοῖβον ὀρίνω
χροιῇ ὀνειδίζουσα Θεραπναίης ὑακίνθου.
εἴ ποτε δινεύων φρενοτερπέα κύκλον ὀπωπῆς
ὀφθαλμοὺς ἐλέλιζεν, ὅλη σελάγιζε Σελήνη
φέγγεϊ μαρμαίροντι, καὶ εἴ ποτε βόστρυχα σείσας
αὐχένα γυμνὸν ἔθηκεν, ἐφαίνετο Φωσφόρος ἀστήρ.