# Διονυσιακά 40.399-445

Nonnus of Panopolis, Διονυσιακά, Book 40, lines 40.399-40.445. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/nonnus-of-panopolis/text/40.399

εἴτε Σάραπις ἔφυς, Αἰγύπτιος ἀννέφελος Ζεύς,
εἰ Κρόνος, εἰ Φαέθων πολυώνυμος, εἴτε σὺ Μίθρης,
ἠέλιος Βαβυλῶνος, ἐν Ἑλλάδι Δελφὸς Ἀπόλλων
εἰ Γάμος, ὃν σκιεροῖσιν Ἔρως ἔσπειρεν ὀνείροις
μιμηλῆς τελέων ἀπατήλιον ἵμερον εὐνῆς,
ἐκ Διὸς ὑπνώοντος ὅτε γλωχῖνι μαχαίρης
αὐτογάμῳ σπόρον ὑγρὸν ἐπιξύσαντος ἀρούρης
οὐρανίαις λιβάδεσσιν ἐμαιώθησαν ἐρίπναι,
εἴτε σὺ Παιήων ὀδυνήφατος, εἰ πέλες Αἰθὴρ
ποικίλος, Ἀστροχίτων δὲ φατίζεαι—ἐννύχιοι γὰρ
οὐρανὸν ἀστερόεντες ἐπαυγάζουσι χιτῶνες—·
οὔασιν εὐμενέεσσιν ἐμὴν ἀσπάζεο φωνήν.
τοῖον ἔπος Διόνυσος ἀνήρυγεν. ἐξαπίνης δὲ
ἔνθεον εἶδος ἔχων θεοδέγμονος ἔνδοθι νηοῦ
Ἀστροχίτων ἤστραψε· πυριγλήνου δὲ προσώπου
μαρμαρυγὴν ῥοδόεσσαν ἀπηκόντιζον ὀπωπαί·
καὶ θεὸς αἰγλήεις παλάμην ὤρεξε Λυαίῳ,
ποικίλον εἷμα φέρων, τύπον αἰθέρος, εἰκόνα κόσμου,
στίλβων ξανθὰ γένεια καὶ ἀστερόεσσαν ὑπήνην·
καί μιν ἐυφραίνων φιλίῃ μείλιξε τραπέζῃ.
αὐτὰρ ὁ θυμὸν ἔτερπεν ἀδαιτρεύτῳ παρὰ δείπνῳ
ψαύων ἀμβροσίης καὶ νέκταρος· οὐ νέμεσις δέ,
εἰ γλυκὺ νέκταρ ἔπινε μετὰ γλάγος ἄμβροτον Ἥρης·
εἴρετο δʼ Ἀστροχίτωνα χέων φιλοπευθέα φωνήν·
Ἀστροχίτων με δίδασκε, τύπῳ χθονός, εἰκόνι νήσου,
τίς θεὸς ἄστυ πόλισσε, τίς ἔγραφεν οὐρανίη χείρ;
τίς σκοπέλους ἀνάειρε καὶ ἐρρίζωσε θαλάσσῃ;
τίς κάμε δαίδαλα ταῦτα; πόθεν λάχον οὔνομα πηγαί;
τίς χθονὶ νῆσον ἔμιξεν ὁμόζυγα μητρὶ θαλάσσῃ;
εἶπε· καὶ Ἡρακλέης φιλίῳ μειλίξατο μύθῳ·
Βάκχε, σὺ μὲν κλύε μῦθον· ἐγὼ δέ σε πάντα διδάξω.
ἐνθάδε φῶτες ἔναιον, ὁμόσπορος οὕς ποτε μούνους
ἀενάου κόσμοιο συνήλικας ἔδρακεν Αἰών,
ἁγνὸν ἀνυμφεύτοιο γένος χθονός, ὧν τότε μορφὴν
αὐτομάτην ὤδινεν ἀνήροτος ἄσπορος ἰλύς·
οἳ πόλιν ἰσοτύπων δαπέδων αὐτόχθονι τέχνῃ
πετραίοις ἀτίνακτον ἐπυργώσαντο θεμέθλοις.
καί ποτε πηγαίῃσι παρʼ εὐύδροισι χαμευναῖς
ἠελίου πυρόεντος ἱμασσομένης χθονὸς ἀτμῷ
τερψινόου Ληθαῖον ἀμεργόμενοι πτερὸν Ὕπνου
εὗδον ὁμοῦ, κραδίῃ δὲ φιλόπτολιν οἶστρον ἀέξων
γηγενέων στατὸν ἴχνος ἐπῃώρησα καρήνῳ,
καὶ βροτέου σκιοειδὲς ἔχων ἴνδαλμα προσώπου
θέσφατον ὀμφήεντος ἀνήρυγον ἀνθερεῶνος·
ὕπνον ἀποσκεδάσαντες ἀεργέα, παῖδες ἀρούρης,
τεύξατέ μοι ξένον ἅρμα βατῆς ἁλός· ὀξυτόμοις δὲ
κόψατέ μοι πελέκεσσι ῥάχιν πιτυώδεος ὕλης·

---

Nonnus of Panopolis, Διονυσιακά, ed. W.H.D. Rouse. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2045.tlg001.local001/.
