# Διονυσιακά 41.207-259

Nonnus of Panopolis, Διονυσιακά, Book 41, lines 41.207-41.259. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/nonnus-of-panopolis/text/41.207

πᾶσι μὲν ἀμφελέλιζε γεγηθότα κύκλον ὀπωπῆς,
πᾶσιν ὁμοῦ· μούνην δὲ συῶν οὐκ ἤθελε λεύσσειν
τερπωλήν, ἅτε μάντις, ἐπεί συὸς εἰκόνι μορφῆς
Ἄρης καρχαρόδων θανατηφόρον ἰὸν ἰάλλων
ζηλομανὴς ἤμελλεν Ἀδώνιδι πότμον ὑφαίνειν.
καὶ Βερόην γελόωσαν ἔτι βρέφος ἅμματι χειρῶν
δεξαμένη παρὰ μητρὸς ὅλου κόσμοιο τιθήνη
παρθένος Ἀστραίη, χρυσέης θρέπτειρα γενέθλης,
ἔννομα παππάζουσαν ἀνέτρεφεν ἔμφρονι μαζῷ·
παρθενίῳ δὲ γάλακτι ῥοὰς βλύζουσα θεμίστων
χείλεα παιδὸς ἔδευσε, καὶ ἔβλυεν εἰς στόμα κούρης
Ἀτθίδος ἡδυτόκοιο περιθλίψασα μελίσσης
δαιδαλέην ὠδῖνα πολυτρήτοιο λοχείης,
κηρία φωνήεντα σοφῷ κεράσασα κυπέλλῳ·
εἴ ποτε διψαλέη ποτὸν ᾔτεεν, ὤρεγε κούρῃ
Πύθιον Ἀπόλλωνι λάλον πεφυλαγμένον ὕδωρ
ἢ ῥόον Ἰλισσοῖο, τὸν ἔμπνοον Ἀτθίδι Μούσῃ
Πιερικαὶ δονέουσιν ἐπʼ ᾐόνι Φοιβάδες αὖραι·
καὶ στάχυν ἀστερόεντα περιγνάμψασα κορύμβῳ
χρύσεον, οἷά περ ὁρμόν, ἐπʼ αὐχένι θήκατο κούρης.
κοῦραι δʼ ἁβρὰ λοετρὰ χορίτιδες Ὀρχομενοῖο
ἀμφίπολοι Παφίης μεμελημένον ἐννέα Μούσαις
ἐκ κρήνης ἀρύοντο νοήμονος ἵππιον ὕδωρ.
καὶ Βερόη βλάστησεν ὁμόδρομος ἰοχεαίρῃ,
δίκτυα θηρητῆρος ἀερτάζουσα τοκῆος·
καὶ Παφίης ὅλον εἶδος ὁμόγνιον εἶχε τεκούσης
καὶ πόδας αἰγλήεντας· ὑπερκύψασα δὲ πόντου
χιονέῳ σκαίρουσα Θέτις βητάρμονι ταρσῷ
ἄλλην ἀργυρόπεζαν ἴδεν Θέτιν· αἰδομένη δὲ
κρύπτετο δειμαίνουσα πάλιν στόμα Κασσιεπείης.
Ἀσσυρίην δʼ ἑτέρην δεδοκημένος ἄζυγα κούρην
Ζεὺς πάλιν ἐπτοίητο, καἰ ἤθελεν εἶδος ἀμεῖψαι·
καί νύ κε φόρτον Ἔρωτος ἔχων ταυρώπιδι μορφῇ
ἀκροβαφὴς πεφόρητο διʼ ὕδατος ἴχνος ἐρέσσων,
κουφίζων ἀδίαντον ὑπὲρ νώτοιο γυναῖκα,
εἰ μὴ μνῆστις ἔρυκε βοοκραίρων ὑμεναίων
Σιδονίς, ἀστερόεν δὲ μέλος ζηλήμονι λαιμῷ
νυμφίος Εὐρώπης μυκήσατο, Ταῦρος Ὀλύμπου,
μὴ βοὸς ἰσοτύποιο διʼ αἰθέρος εἰκόνα τεύχων
ποντοπόρων στήσειε νεώτερον ἄστρον Ἐρώτων·
καὶ Βερόην διεροῖσιν ὀφειλομένην ὑμεναίοις
γνωτῷ λεῖπεν ἄκοιτιν, ἐπιχθονίης περὶ νύμφης
ὑσμίνην γαμίης πεφυλαγμένος ἐννοσιγαίου.
τοίη ἔην Βερόη, Χαρίτων θάλος· εἴ ποτε κούρη
λαροτέρην σίμβλοιο μελίρρυτον ἤπυε φωνήν,
ἡδυεπὴς ἀκόρητος ἐφίστατο χείλεσι Πειθὼ
καὶ πινυτὰς οἴστρησεν ἀκηλήτων φρένας ἀνδρῶν·
Ἀσσυρίης δʼ ἔκρυπτον ὁμήγυριν ἥλικος ἥβης
ὀφθαλμοὶ γελόωντες, ἀκοντιστῆρες Ἐρώτων,
φαιδροτέραις χαρίτεσσιν, ὅσον πλέον ἄστρα καλύπτει
ἀννεφέλους ἀκτῖνας ὀιστεύουσα Σελήνη
πλησιφαής· λευκοὶ δὲ παρὰ σφυρὰ νείατα κούρης
πορφυρέοις μελέεσσιν ἐφοινίσσοντο χιτῶνες.

---

Nonnus of Panopolis, Διονυσιακά, ed. W.H.D. Rouse. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2045.tlg001.local001/.
