Ancient Greek · ~7 min
Book 41, lines 41.260-41.310
Nonnus of Panopolis, Διονυσιακά 41.260-310
Not analysed yet
οὐ νέμεσίς ποτε τοῦτο, καὶ εἰ πλέον ἥλικος ἥβης
τηλίκον ἔλλαχεν εἶδος, ἐπεί νύ οἱ ἀμφὶ προσώπῳ
κάλλεα διχθαδίων ἀμαρύσσετο φαιδρὰ τοκήων.
τὴν τότε Κύπρις ἰδοῦσα, νοήμονος ἔγκυος ὀμφῆς,
ὠκυτέρην ἐλέλιζε περιστρωφῶσα μενοινήν,
καὶ νόον ἱππεύσασα περὶ χθόνα πᾶσαν ἀλήτην
φαιδρὰ παλαιγενέων διεμέτρεε βάθρα πολήων,
ὅττι φερωνυμίην ἑλικώπιδος εἶχε Μυκήνης
στέμματι τειχιόεντι περιζωσθεῖσα Μυκήνη
Κυκλώπων κανόνεσσι, καὶ ὡς νοτίῳ παρὰ Νείλῳ
Θήβης ἀρχεγόνοιο φερώνυμος ἔπλετο Θήβη·
καὶ Βερόης μενέαινεν ἐπώνυμον ἄστυ χαράξαι,
ἀντιτύπων μεθέπουσα φιλόπτολιν οἶστρον Ἐρώτων.
φραζομένη δὲ Σόλωνος ἀλεξικάκων στίχα θεσμῶν
δόχμιον ὄμμα τίταινεν ἐς εὐρυάγυιαν Ἀθήνην,
γνωτῆς ζῆλον ἔχουσα δικασπόλον· ἐσσυμένῳ δὲ
ἠερίην ἁψῖδα διερροίζησε πεδίλῳ
εἰς δόμον Ἀρμονίης παμμήτορος, ὁππόθι νύμφη
εἴκελον οἶκον ἔναιε τύπῳ τετράζυγι κόσμου
αὐτοπαγῆ· πίσυρες δὲ θύραι στιβαροῖο μελάθρου
ἀρραγέες πισύρεσσιν ἐμιτρώθησαν ἀήταις·
καὶ δόμον ἐρρύοντο περίτροχον εἰκόνα κόσμου
δμωίδες ἔνθα καὶ ἔνθα· μεριζομένων δὲ θυρέτρων
Ἀντολίη θεράπαινα πύλην περιδέδρομεν Εὔρου,
καὶ Ζεφύρου πυλεῶνα Δύσις, θρέπτειρα Σελήνης,
καὶ Νότιον πυρόεντα Μεσημβριὰς εἶχεν ὀχῆα,
καὶ πυκινὴν νεφέεσσι, παλυνομένην δὲ χαλάζῃ
ἄρκτος ὑποδρήστειρα πύλην ἐπέτασσε Βορῆος.
κεῖθι Χάρις προθοροῦσα, συνέμπορος ἀφρογενείῃ,
Εὔρου κόψε θύρετρον Ἐώιον· ἐνδόμυχος δὲ
Ἀντολίης κροκόεντος ἀρασσομένου πυλεῶνος
ἄνδραμεν Ἀστυνόμεια διάκτορος, ἱσταμένην δὲ
Κύπριν ἐσαθρήσασα παρὰ προπύλαια μελάθρου
ποσσὶ παλιννόστοισι προάγγελος ἦλθεν ἀνάσσῃ.
ἡ μὲν ἐποιχομένη πολυδαίδαλον ἱστὸν Ἀθήνης
κερκίδι πέπλον ὕφαινεν· ὑφαινομένου δὲ χιτῶνος
πρώτην γαῖαν ἔπασσε μεσόμφαλον, ἀμφὶ δὲ γαίῃ
οὐρανὸν ἐσφαίρωσε τύπῳ κεχαραγμένον ἄστρων,
συμφερτὴν δὲ θάλασσαν ἐφήρμοσε σύζυγι γαίῃ·
καὶ ποταμοὺς ποίκιλλεν, ἐπʼ ἀνδρομέῳ δὲ μετώπῳ
ταυροφυὴς μορφοῦτο κερασφόρος ἔγχλοος εἰκών·
καὶ πυμάτην παρὰ πέζαν ἐυκλώστοιο χιτῶνος
ὠκεανὸν κύκλωσε περίδρομον ἄντυγι κόσμου.
ἀμφίπολος δέ οἱ ἦλθε καὶ ἐγγύθι θήλεος ἱστοῦ
ἱσταμένην ἤγγειλε παρὰ προθύροις Ἀφροδίτην.
καὶ θεός, ὡς ἤκουσε, μίτους ῥίψασα χιτῶνος
θέσκελον ἱστοπόνων ἀπεσείσατο κερκίδα χειρῶν·
καὶ ταχινὴ πυκάσασα δέμας χιονώδεϊ πέπλῳ
φαιδροτέρη χρυσέης ὑπερίζανεν ἠθάδος ἕδρης,
δεχνυμένη Κυθέρειαν, ἀναΐξασα δὲ θώκου
τηλεφανῆ κύδηνεν ἐπερχομένην Ἀφροδίτην.