# Διονυσιακά 41.311-357

Nonnus of Panopolis, Διονυσιακά, Book 41, lines 41.311-41.357. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/nonnus-of-panopolis/text/41.311

καὶ Παφίην ἵδρυσεν ἐπὶ θρόνον ἐγγὺς ἀνάσσης
Εὐρυνόμη τανύπεπλος· ἀτυζομένου δὲ προσώπου
Κύπριν ὀπιπεύουσα κατηφέι μάρτυρι μορφῇ
παντρόφος Ἁρμονίη φιλίῳ μειλίξατο μύθῳ·
Ῥίζα βίου, Κυθέρεια φυτοσπόρε, μαῖα γενέθλης,
ἐλπὶς ὅλου κόσμοιο, τεῆς ὑπὸ νεύματι βουλῆς
ἀπλανέες κλώθουσι πολύτροπα νήματα Μοῖραι
εἰρομένῃ θέσπιζε, καὶ ὡς βιότοιο τιθήνη,
ὡς τροφὸς ἀθανάτων, ὡς σύγχρονος ἥλικι κόσμῳ,
εἰπέ· τίνι πτολίων βασιληίδος ὄργανα φωνῆς
λυσιπόνων ἀτίνακτα φυλάσσεται ἡνία θεσμῶν;
ὅττι πολυχρονίοιο πόθου δεδονημένον οἴστρῳ
Ἥρης κέντρον ἔχοντα κασιγνήτων ὑμεναίων
εἰς χρόνον ἱμείροντα τριηκοσίων ἐνιαυτῶν
Ζῆνα γάμοις ἔζευξα· χάριν δέ μοι ἄξιον ἔργων
μισθὸν ἑοῦ θαλάμοιο νοήμονι νεῦσε καρήνῳ,
ὅττι μιῇ πολίων, ὧν ἔλλαχον, ἐγγυαλίξει
θεσμὰ Δίκης, ποθέω δὲ δαήμεναι, εἰ χθονὶ Κύπρου
ἠὲ Πάφῳ τάδε δῶρα φυλάσσεται ἠὲ Κορίνθῳ
ἢ Σπάρτῃ, Λυκόοργος ὅθεν πέλεν, ἠὲ καὶ αὐτῆς
κούρης ἡμετέρης Βερόης εὐήνορι πάτρῃ.
ἀλλὰ δίκης ἀλέγιζε καὶ ἁρμονίην πόρε κόσμῳ
Ἁρμονίη γεγαυῖα βιοσσόος· εἰς σὲ γὰρ αὐτὴ
πέμψεν ἐπειγομένην με θεμιστοπόλων τροφὸς ἀνδρῶν,
παρθένος ἀστερόεσσα· τὸ δὲ πλέον ἔννομος Ἑρμῆς
τοῦτο γέρας μεθέηκε, βιαζομένους ἵνα μούνη
ἀνέρας, οὓς ἔσπειρα, γάμου θεσμοῖσι σαώσω.
ὣς φαμένην θάρσυνε θεὰ καὶ ἀμείβετο μύθῳ·
Γίνεο θαρσαλέη, μὴ δείδιθι, μῆτερ Ἐρώτων·
ἑπτὰ γὰρ ἐν πινάκεσσιν ἔχω μαντήια κόσμου,
καὶ πίνακες γεγάασιν ἐπώνυμοι ἑπτὰ πλανήτων.
πρῶτος ἐυτροχάλοιο φερώνυμός ἐστι Σελήνης·
δεύτερος Ἑρμείαο πίναξ χρύσειος ἀκούει
στίλβων, ᾧ ἔνι πάντα τετεύχαται ὄργια θεσμῶν·
οὔνομα σὸν μεθέπει ῥοδόεις τρίτος· ὑμετέρου γὰρ
ἀστέρος Ἠῴοιο φέρει τύπον· ἑπταπόρων δὲ
τέτρατος Ἠελίοιο μεσόμφαλός ἐστι πλανήτων·
πέμπτος ἐρευθιόων πυρόεις κικλήσκεται Ἄρης·
καὶ Φαέθων Κρονίδαο φατίζεται ἕκτος ἀλήτης·
ἕβδομος ὑψιπόροιο Κρόνου πέλεν οὔνομα φαίνων.
τοῖς ἔνι ποικίλα πάντα μεμορμένα θέσφατα κόσμου
γράμματι ξοινικόεντι γέρων ἐχάραξεν Ὀφίων.
ἀλλʼ, ἐπεὶ ἰθυνόων με διείρεαι εἵνεκα θεσμῶν,
πρεσβυτέρῃ πολίων πρεσβήια ταῦτα φυλάσσω·
εἴτʼ οὖν Ἀρκαδίη προτέρη πέλεν ἢ πόλις Ἥρης,
Σάρδιες εἰ γεγάασι παλαίτεραι, εἰ δὲ καὶ αὐτὴ
Ταρσὸς ἀειδομένη πρωτόπτολις, εἰ δέ τις ἄλλη.

---

Nonnus of Panopolis, Διονυσιακά, ed. W.H.D. Rouse. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2045.tlg001.local001/.
