# Διονυσιακά 41.358-407

Nonnus of Panopolis, Διονυσιακά, Book 41, lines 41.358-41.407. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/nonnus-of-panopolis/text/41.358

οὐκ ἐδάην· Κρόνιος δὲ πίναξ τάδε πάντα διδάσκει,
τίς προτέρη βλάστησε, τίς ἔπλετο σύγχρονος Ἠοῦς.
εἶπε· καὶ ἡγεμόνευεν ἐς ἀγλαὰ θέσφατα τοίχου,
εἰσόκεν ἔδρακε χῶρον, ὅπῃ Βερόης περὶ πάτρης
θέσφατον ὀψιτέλεστον Ὀφιονίη γράφε τέχνη
ἐν πίνακι Κρονίῳ κεχαραγμένον οἴνοπι μίλτῳ·
πρωτοφανὴς Βερόη πέλε σύγχρονος ἥλικι κόσμῳ,
νύμφης ὀψιγόνοιο φερώνυμος, ἣν μετανάσται
υἱέες Αὐσονίων, ὑπατήια φέγγεα Ῥώμης,
Βηρυτὸν καλέσουσιν, ἐπεὶ Λιβάνῳ πέσε γείτων
τοῖον ἔπος δεδάηκε θεοπρόπον. ἀλλʼ ὅτε δαίμων
θέσκελον ἑβδομάτου πίνακος παρεμέτρεεν ἀρχήν,
δεύτερον ἐσκοπίαζεν, ὅπῃ παρὰ γείτονι τοίχῳ
ποικίλα παντοίης ἐχαράσσετο δαίδαλα τέχνης
μαντιπόλοις ἐπέεσσιν, ὅτι πρώτιστα νοήσει
Πὰν νόμιος σύριγγα, λύρην Ἑλικώνιος Ἑρμῆς,
δίθροον ἁβρὸς Ὕαγνις ἐυτρήτου μέλος αὐλοῦ,
Ὀρφεὺς μυστιπόλοιο θεηγόρα χεύματα μολπῆς,
καὶ Λίνος εὐεπίην Φοιβήιος, Ἀρκάς ἀλήτης
μέτρα δυωδεκάμηνα καὶ Ἠελίοιο πορείην,
μητέρα τικτομένων ἐτέων τετράζυγι δίφρῳ,
καὶ σοφὸς Ἐνδυμίων ἑτερότροπα δάκτυλα κάμψας
γνώσεται ἄστατα κύκλα παλιννόστοιο Σελήνης
τριπλόα καὶ στοιχεῖον ὁμόζυγον ἄζυγι μίξας
Κάδμος ἐυγλώσσοιο διδάξεται ὄργια φωνῆς,
θεσμὰ Σόλων ἄχραντα, καὶ ἔννομον Ἀτθίδι πεύκῃ
συζυγίης ἀλύτοιο συνωρίδα δίζυγα Κέκροψ.
καὶ Παφίη μετὰ πάντα πολύτροπα δαίδαλα Μούσης
πυκνὰ πολυσπερέων παρεμέτρεεν ἔργα πολήων·
καὶ πίνακος γραπτοῖο μέσην ὑπὲρ ἄντυγα κόσμου
τοῖν ἔπος σοφὸν εὗρε πολύστιχον Ἑλλάδι Μούσῃ·
Σκῆπτρον ὅλης Αὔγουστος ὅτε χθονὸς ἡνιοχεύσει,
Ῥώμῃ μὲν ζαθέῃ δωρήσεται Αὐσόνιος Ζεὺς
κοιρανίην, Βερόῃ δὲ χαρίζεται ἡνία θεσμῶν,
ὁππότε θωρηχθεῖσα φερεσσακέων ἐπὶ νηῶν
φύλοπιν ὑγρομόθοιο κατευνήσει Κλεοπάτρης·
πρὶν γὰρ ἀτασθαλίη πολιπόρθιος οὔ ποτε λήξει
εἰρήνην κλονέουσα σαόπτολιν, ἄχρι δικάζει
Βηρυτὸς βιότοιο γαληναίοιο τιθήνη
γαῖαν ὁμοῦ καὶ πόντον, ἀκαμπέι τείχεϊ θεσμῶν
ἄστεα πυργώσασα, μία πτόλις ἄστεα κόσμου.
καὶ θεός, ὁππότε πᾶσαν Ὀφιονίην μάθεν ὀμφήν,
εἰς ἑὸν οἶκον ἔβαινε παλίνδρομος· ἑζομένου δὲ
υἱέος ἐγγὺς ἔθηκεν ἑὴν χρυσήλατον ἕδρην,
καὶ μέσον ἀγκὰς ἑλοῦσα γαληνιόωντι προσώπῳ
πεπταμένῳ πήχυνε γεγηθότι κοῦρον ἀγοστῷ,
γούνασι κουφίζουσα φίλον βάρος· ἀμφότερον δὲ
καὶ στόμα παιδὸς ἔκυσσε καὶ ὄμματα· θελξινόου δὲ
ἁπτομένη τόξοιο καὶ ἀμφαφόωσα φαρέτρην,
οἷά περ ἀσχαλόωσα, δολόφρονα ῥήξατο φωνήν·

---

Nonnus of Panopolis, Διονυσιακά, ed. W.H.D. Rouse. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2045.tlg001.local001/.
