Ancient Greek · ~8 min
Book 42, lines 42.194-42.242
Nonnus of Panopolis, Διονυσιακά 42.194-242
Not analysed yet
οὕτω καὶ Διόνυσον, ὃν ἔστεφε πολλάκι νίκη,
βαιὸς Ἔρως οἴστρησε βαλὼν πανθελγέι κέντρῳ.
ὀψὲ δὲ μαστεύων γλυκὺ φάρμακον εἰς Ἀφροδίτην
Κυπριδίην ἄγρυπνον ἑὴν ἀνέφαινεν ἀνάγκην,
καὶ βουλὴν ἐρέεινεν, ἀλεξήτειραν Ἐρώτων.
καὶ καμάτους Βάκχοιο πυριπνείοντας ἀκούων
Πὰν κερόεις ἐγέλασσε, κατεκλάσθη δὲ μενοινῇ
οἰκτείρων δυσέρωτα δυσίμερος· εἶπε δὲ βουλὴν
Κυπριδίην· ὀλίγην δὲ παραίφασιν εἶχεν Ἐρώτων
ἄλλον ἰδὼν φλεχθέντα μιῆς σπινθῆρι φαρέτρης·
Ξυνὰ παθών, φίλε Βάκχε, τεὰς ᾤκτειρα μερίμνας·
καὶ σὲ πόθεν νίκησεν Ἔρως θρασύς; εἰ θέμις εἰπεῖν,
εἰς ἐμὲ καὶ Διόνυσον Ἔρως ἐκένωσε φαρέτρην.
ἀλλὰ πόθου δολίοιο πολύτροπον ἦθος ἐνίψω.
πᾶσα γυνὴ ποθέει πλέον ἀνέρος, αἰδομένη δὲ
κεύθει κέντρον Ἔρωτος ἐρωμανέουσα καὶ αὐτή,
καὶ μογέει πολὺ μᾶλλον, ἐπεὶ σπινθῆρες Ἐρώτων
θερμότεροι γεγάασιν, ὅτε κρύπτουσι γυναῖκες
ἐνδόμυχον πραπίδεσσι πεπαρμένον ἰὸν Ἐρώτων.
καὶ γὰρ ὅτʼ ἀλλήλῃσι πόθων ἐνέπουσιν ἀνάγκην,
λυσιπόνοις ὀάροισιν ὑποκλέπτουσι μερίμνας
Κυπριδίας. σὺ δέ, Βάκχε, τεῶν ὀχετηγὸν Ἐρώτων
μιμηλῆς ἐρύθημα φέρων ἀπατήλιον αἰδοῦς.
οἶα σαοφρονέουσαν ἔχων ἀγέλαστον ὀπωπήν,
ὡς ἀέκων Βερόης σχεδὸν ἵστασο· καὶ λίνα πάλλων
θαύματι μὲν δολίῳ ῥοδοειδέα δέρκεο κούρην,
κάλλος ἐπαινήσας, ὅτι τηλίκον οὐ λάχεν Ἥρη,
καὶ Χάριτας κίκλησκε χερείονας, ἀμφοτέρων δὲ
μορφῇ μῶμον ἄναπτε, καὶ Ἀρτέμιδος καὶ Ἀθήνης,
καὶ Βερόην ἀγόρευε φαεινοτέρην Ἀφροδίτης·
κούρη δʼ εἰσαΐουσα τεὴν ψευδήμονα μομφὴν
αἴνῳ τερπομένη πλέον ἵσταται· οὐκ ἐθέλει γὰρ
ὄλβον ὅλον χρύσειον, ὅσον ῥοδέης περὶ μορφης
εἰσαϊειν, ὅτι κάλλος ὑπέρβαλεν ἥλικος ἥβης.
παρθενικὴν δʼ ἐς ἔρωτα νοήμονι θέλγε σιωπῇ,
κινυμένων βλεφάρων ἀντώπια νεύματα πέμπων·
πεπταμένῃ δὲ μέτωπον ἀφειδέι χειρὶ πατάξας
ψευδαλέον δέο θάμβος ἐχέφρονι δείκνυε σιγῇ
ἀλλὰ φόβος μεθέπει σε σαόφρονος ἐγγύθι κούρης·
εἰπέ, τί σοὶ ῥέξει μία παρθένος; οὐ δόρυ πάλλει,
οὐ ῥοδέῃ παλάμῃ τανύει βέλος· ἔγχεα κούρης
ὀφθαλμοὶ γεγάασιν ἀκοντιστῆρες Ἐρώτων,
παρθενικῆς δὲ βέλεμνα ῥοδώπιδές εἰσι παρειαί.
ἕδνα δὲ σοῖο πόθοιο, τεῆς κειμήλια νύμφης,
μὴ λίθον Ἰνδῴην, μὴ μάργαρα χειρὶ τινάξῃς,
οἶα γυναιμανέοντι πέλει θέμις· εἰς Παφίην γάρ
ἀμφιέπεις τεὸν εἶδος ἐπάρκιον, εὐαφέος δὲ
κάλλεος ἱμείρουσι καὶ οὐ χρυσοῖο γυναῖκες.